Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

350 εὑρὼν δʼ ἐν αὐτῷ σπήλαιόν τι κοῖλον εἴσεισι καὶ διετέλει ποιούμενος ἐν αὐτῷ τὴν μονήν. ἐρομένης δέ τινος αὐτὸν φωνῆς ἐξ ἀδήλου, τί παρείη καταλελοιπὼς τὴν πόλιν ἐκεῖσε, διὰ τὸ κτεῖναι μὲν τοὺς προφήτας τῶν ξενικῶν θεῶν, πεῖσαι δὲ τὸν λαὸν ὅτι μόνος εἴη θεὸς ὁ ὤν, ὃν ἀπʼ ἀρχῆς ἐθρήσκευσαν, ἔφησε· ζητεῖσθαι γὰρ ἐπὶ τούτῳ πρὸς τιμωρίαν ὑπὸ τῆς γυναικὸς τοῦ βασιλέως.
351 πάλιν δὲ ἀκούσας προελθεῖν εἰς τὸ ὕπαιθρον τῇ ἐπιούσῃ, γνώσεσθαι γὰρ οὕτως τί δεῖ ποιεῖν, προῆλθεν ἐκ τοῦ σπηλαίου μεθʼ ἡμέραν καὶ σεισμοῦ τε ἐπακούει καὶ λαμπρὰν πυρὸς αὐγὴν ὁρᾷ.
352 καὶ γενομένης ἡσυχίας φωνὴ θεία μὴ ταράττεσθαι τοῖς γινομένοις αὐτὸν παρακελεύεται, κρατήσειν γὰρ οὐδένα τῶν ἐχθρῶν αὐτοῦ, προσέταξέ τε ὑποστρέψαντα εἰς τὴν οἰκείαν ἀποδεῖξαι τοῦ πλήθους βασιλέα Ἰηοῦν τὸν Νεμεσαίου παῖδα, ἐκ Δαμασκοῦ δὲ τῶν Σύρων Ἀζάηλον· ἀντʼ αὐτοῦ δὲ προφήτην Ἐλισσαῖον ὑπʼ αὐτοῦ γενήσεσθαι ἐκ πόλεως Ἀβέλας·
353 διαφθερεῖ δὲ τοῦ ἀσεβοῦς ὄχλου τοὺς μὲν Ἀζάηλος τοὺς δὲ Ἰηοῦς. ὁ δʼ Ἠλίας ὑποστρέφει ταῦτʼ ἀκούσας εἰς τὴν Ἑβραίων χώραν καὶ τὸν Σαφάτου παῖδα Ἐλισσαῖον καταλαβὼν ἀροῦντα καὶ μετʼ αὐτοῦ τινας ἄλλους ἐλαύνοντας ζεύγη δώδεκα προσελθὼν ἐπέρριψεν αὐτῷ τὸ ἴδιον ἱμάτιον.
354 ὁ δʼ Ἐλισσαῖος εὐθέως προφητεύειν ἤρξατο καὶ καταλιπὼν τοὺς βόας ἠκολούθησεν Ἠλίᾳ. δεηθεὶς δὲ συγχωρῆσαι αὐτῷ τοὺς γονεῖς ἀσπάσασθαι κελεύοντος τοῦτο ποιεῖν ἀποταξάμενος αὐτοῖς εἵπετο καὶ ἦν Ἠλίου τὸν ἅπαντα χρόνον τοῦ ζῆν καὶ μαθητὴς καὶ διάκονος. καὶ τὰ μὲν περὶ τοῦ προφήτου τούτου τοιαῦτα ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi