Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

29 πρωῒ δὲ θηλὴν ὀρέξαι βουλομένη τῷ παιδίῳ τὸ μὲν ἐμὸν οὐχ εὗρον, τὸ δὲ ταύτης νεκρὸν ὁρῶ μοι παρακείμενον· ἀκριβῶς γὰρ κατανοήσασα τοῦτο ἐπέγνων· ὅθεν ἀπαιτῶ τὸν ἐμὸν υἱὸν καὶ οὐκ ἀπολαμβάνουσα καταπέφευγα, δέσποτα, ἐπὶ τὴν παρὰ σοῦ βοήθειαν· τῷ γὰρ εἶναι μόνας καὶ μηδένα τὸν ἐλέγξαι δυνάμενον φοβεῖσθαι καταφρονοῦσα ἰσχυρῶς ἀρνουμένη παραμένει.
30 ταῦτʼ εἰπούσης ὁ βασιλεὺς ἀνέκρινε τὴν ἑτέραν, τί τοῖς εἰρημένοις ἀντιλέγειν ἔχει. τῆς δὲ ἀρνουμένης τοῦτο πεποιηκέναι, τὸ δὲ παιδίον ζῆν τὸ αὑτῆς λεγούσης, τὸ δὲ τῆς ἀντιδίκου τεθνηκέναι, μηδενὸς ἐπινοοῦντος τὴν κρίσιν ἀλλʼ ὥσπερ ἐπʼ αἰνίγματι περὶ τὴν εὕρεσιν αὐτοῦ πάντων τῇ διανοίᾳ τετυφλωμένων μόνος ὁ βασιλεὺς ἐπενόησέ τι τοιοῦτον·
31 κελεύσας κομισθῆναι καὶ τὸ νεκρὸν καὶ τὸ ζῶν παιδίον μεταπέμπεταί τινα τῶν σωματοφυλάκων καὶ σπασάμενον ἐκέλευσε τὴν μάχαιραν ἀμφότερα διχοτομῆσαι τὰ παιδία, ὅπως ἑκάτεραι λάβωσιν ἀνὰ ἥμισυ τοῦ τε ζῶντος καὶ τοῦ τετελευτηκότος.
32 ἐπὶ τούτῳ πᾶς μὲν ὁ λαὸς λανθάνων ἐχλεύαζεν ὡς μειράκιον τὸν βασιλέα, μεταξὺ δὲ τῆς μὲν ἀπαιτούσης καὶ ἀληθοῦς μητρὸς ἀνακραγούσης τοῦτο μὴ ποιεῖν ἀλλὰ παραδιδόναι τῇ ἑτέρᾳ τὸ παιδίον ὡς ἐκείνης, ἀρκεῖσθαι γὰρ τῷ ζῆν αὐτὸ καὶ βλέπειν μόνον κἂν ἀλλότριον δοκῇ, τῆς δʼ ἑτέρας ἑτοίμως ἐχούσης διαιρούμενον ἰδεῖν τὸ παιδίον καὶ προσέτι βασανισθῆναι καὶ αὐτὴν ἀξιούσης,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi