Kitap 8
279
ὑμεῖς δʼ οὐδὲν τούτων ἐλογίσασθε οὔτε τότʼ οὔτε νῦν, ἀλλʼ ἧκε στρατὸς ἐφʼ ἡμᾶς τοσοῦτος· τίνι καὶ πεπιστευκὼς περὶ τῆς νίκης; ἦ ταῖς χρυσαῖς δαμάλεσι καὶ τοῖς ἐπὶ τῶν ὀρῶν βωμοῖς, ἃ δείγματα τῆς ἀσεβείας ἐστὶν ὑμῶν ἀλλʼ οὐχὶ τῆς θρησκείας; ἢ τὸ πλῆθος ὑμᾶς εὐέλπιδας ἀπεργάζεται τὴν ἡμετέραν στρατιὰν ὑπερβάλλον;
280
ἀλλʼ οὐδʼ ἥτις ἰσχὺς μυριάδων στρατοῦ μετʼ ἀδικημάτων πολεμοῦντος· ἐν γὰρ μόνῳ τῷ δικαίῳ καὶ πρὸς τὸ θεῖον εὐσεβεῖ τὴν βεβαιοτάτην ἐλπίδα τοῦ κρατεῖν τῶν ἐναντίων ἀποκεῖσθαι συμβέβηκεν, ἥτις ἐστὶ παρʼ ἡμῖν τετηρηκόσιν ἀπʼ ἀρχῆς τὰ νόμιμα καὶ τὸν ἴδιον θεὸν σεβομένοις, ὃν οὐ χεῖρες ἐποίησαν ἐξ ὕλης φθαρτῆς οὐδʼ ἐπίνοια πονηροῦ βασιλέως ἐπὶ τῇ τῶν ὄχλων ἀπάτῃ κατεσκεύασεν, ἀλλʼ ὃς ἔργον ἐστὶν αὑτοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν ἁπάντων.
281
συμβουλεύω τοιγαροῦν ὑμῖν ἔτι καὶ νῦν μεταγνῶναι καὶ λαβόντας ἀμείνω λογισμὸν παύσασθαι τοῦ πολεμεῖν καὶ τὰ πάτρια καὶ τὸ προαγαγὸν ὑμᾶς ἐπὶ τοσοῦτον μέγεθος εὐδαιμονίας γνωρίσαι.
282
Ταῦτα μὲν Ἀβίας διελέχθη πρὸς τὸ πλῆθος· ἔτι δὲ αὐτοῦ λέγοντος λάθρα τινὰς τῶν στρατιωτῶν Ἱεροβόαμος ἔπεμψε περικυκλωσομένους τὸν Ἀβίαν ἔκ τινων οὐ φανερῶν τοῦ στρατοπέδου μερῶν. μέσου δʼ αὐτοῦ περιληφθέντος τῶν πολεμίων ἡ μὲν στρατιὰ κατέδεισε καὶ ταῖς ψυχαῖς ἀνέπεσεν, ὁ δʼ Ἀβίας παρεθάρρυνε καὶ τὰς ἐλπίδας ἔχειν ἐν τῷ θεῷ παρεκάλει· τοῦτον γὰρ οὐ κεκυκλῶσθαι πρὸς τῶν πολεμίων.