Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

236 Ἦν δέ τις ἐν τῇ πόλει πρεσβύτης πονηρὸς ψευδοπροφήτης, ὃν εἶχεν ἐν τιμῇ Ἱεροβόαμος ἀπατώμενος ὑπʼ αὐτοῦ τὰ πρὸς ἡδονὴν λέγοντος. οὗτος τότε μὲν κλινήρης ἦν διὰ τὴν ἀπὸ τοῦ γήρως ἀσθένειαν, τῶν δὲ παίδων αὐτῷ δηλωσάντων τὰ περὶ τοῦ παρόντος ἐξ Ἱεροσολύμων προφήτου καὶ τῶν σημείων τῶν γενομένων,
237 καὶ ὡς παρεθεῖσαν αὐτῷ τὴν δεξιὰν Ἱεροβόαμος εὐξαμένου πάλιν ἐκείνου ζῶσαν ἀπολάβοι, δείσας μὴ παρευδοκιμήσειεν αὐτὸν ὁ ξένος παρὰ τῷ βασιλεῖ καὶ πλείονος ἀπολαύοι τιμῆς προσέταξε τοῖς παισὶν εὐθὺς ἐπιστρώσασι τὸν ὄνον ἕτοιμον πρὸς ἔξοδον αὐτῷ παρασκευάσαι.
238 τῶν δὲ σπευσάντων ὃ προσετάγησαν ἐπιβὰς ἐδίωξε τὸν προφήτην καὶ καταλαβὼν ἀναπαυόμενον ὑπὸ δένδρῳ δασεῖ καὶ σκιὰν ἔχοντι δρυὸς εὐμεγέθους ἠσπάσατο πρῶτον, εἶτʼ ἐμέμφετο μὴ παρʼ αὐτὸν εἰσελθόντα καὶ ξενίων μεταλαβόντα.
239 τοῦ δὲ φήσαντος κεκωλῦσθαι πρὸς τοῦ θεοῦ γεύσασθαι παρά τινι τῶν ἐν ἐκείνῃ τῇ πόλει, ἀλλʼ οὐχὶ παρʼ ἐμοὶ πάντως, εἶπεν, ἀπηγόρευκέ σοι τὸ θεῖον παραθέσθαι τράπεζαν· προφήτης γάρ εἰμι κἀγὼ καὶ τῆς αὐτῆς σοι κοινωνὸς πρὸς αὐτὸν θρησκείας, καὶ πάρειμι νῦν ὑπʼ αὐτοῦ πεμφθείς. ὅπως ἀγάγω σε πρὸς ἐμαυτὸν ἑστιασόμενον.
240 ὁ δὲ ψευσαμένῳ πεισθεὶς ἀνέστρεψεν· ἀριστώντων δʼ ἔτι καὶ φιλοφρονουμένων ὁ θεὸς ἐπιφαίνεται τῷ Ἰάδωνι καὶ παραβάντα τὰς ἐντολὰς αὐτοῦ τιμωρίαν ὑφέξειν ἔλεγεν καὶ ποδαπὴν ἐδήλου· λέοντα γὰρ αὐτῷ κατὰ τὴν ὁδὸν ἀπερχομένῳ συμβαλεῖν ἔφραζεν, ὑφʼ οὗ διαφθαρήσεσθαι καὶ τῆς ἐν τοῖς πατρῴοις μνήμασι ταφῆς ἀμοιρήσειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi