Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

217 τὰ δέ, οὔτε γὰρ ἡ νεότης οὔτε ὁ θεὸς ἠφίει νοεῖν τὰ κρείττω, παρῄνεσαν ἀποκρίνασθαι τῷ λαῷ τὸν βραχύτατον αὐτοῦ δάκτυλον τῆς τοῦ πατρὸς ὀσφύος εἶναι παχύτερον καί, εἰ σκληροῦ λίαν ἐπειράθησαν ἐκείνου, πολὺ μᾶλλον αὐτοῦ λήψεσθαι πεῖραν δυσκόλου· καὶ εἰ μάστιξιν αὐτοὺς ἐκεῖνος ἐνουθέτει, σκορπίοις τοῦτο ποιήσειν αὐτὸν προσδοκᾶν.
218 τούτοις ἡσθεὶς ὁ βασιλεὺς καὶ δόξας προσήκειν τῷ τῆς ἀρχῆς ἀξιώματι τὴν ἀπόκρισιν, ὡς συνῆλθεν ἀκουσόμενον τὸ πλῆθος τῇ τρίτῃ τῶν ἡμερῶν, μετεώρου τοῦ λαοῦ παντὸς ὄντος καὶ λέγοντος ἀκοῦσαί τι τοῦ βασιλέως ἐσπουδακότος, οἰομένου δέ τι καὶ φιλάνθρωπον, τὴν τῶν μειρακίων αὐτοῖς συμβουλίαν παρεὶς τὴν τῶν φίλων ἀπεκρίνατο. ταῦτα δʼ ἐπράττετο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα λάβῃ τέλος ἃ προεφήτευσεν Ἀχίας.
219 Πληγέντες δʼ ὑπὸ τῶν λόγων καὶ ἀλγήσαντες ὡς ἐπὶ πείρᾳ τοῖς εἰρημένοις ἠγανάκτησαν καὶ μέγα πάντες ἐκβοήσαντες οὐκέτι οὐδὲν αὐτοῖς οὐδὲ συγγενὲς πρὸς Δαυίδην καὶ τοὺς ἀπʼ αὐτοῦ μετʼ ἐκείνην ἔφασαν τὴν ἡμέραν· παραχωρεῖν δʼ αὐτῷ μόνον τὸν ναὸν ὃν ὁ πάππος αὐτοῦ κατεσκεύασεν εἰπόντες καταλείψειν ἠπείλησαν.
220 οὕτως δʼ ἔσχον πικρῶς καὶ τὴν ὀργὴν ἐτήρησαν, ὡς πέμψαντος αὐτοῦ τὸν ἐπὶ τῶν φόρων Ἀδώραμον, ἵνα καταπραΰνῃ καὶ συγγνόντας τοῖς εἰρημένοις, εἴ τι προπετὲς καὶ δύσκολον ἦν ἐν αὐτοῖς, ποιήσῃ μαλακωτέρους, οὐχ ὑπέμειναν, ἀλλὰ βάλλοντες αὐτὸν λίθοις ἀπέκτειναν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi