Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

158 καὶ γὰρ μετὰ τὴν τούτων τελευτὴν γυναικὸς βασιλευσάσης λέγει τοὔνομα Νικαύλην καλῶν δηλῶν, ὡς τῶν μὲν ἀρρένων βασιλέων τὴν αὐτὴν προσηγορίαν ἔχειν δυναμένων, τῆς δὲ γυναικὸς οὐκέτι κοινωνεῖν ἐκείνης, καὶ διὰ τοῦτʼ εἶπεν αὐτῆς τὸ φύσει δεῆσαν ὄνομα.
159 ἐγὼ δὲ καὶ ἐν τοῖς ἐπιχωρίοις ἡμῶν βιβλίοις εὗρον, ὅτι μετὰ Φαραώθην τὸν Σολόμωνος πενθερὸν οὐκέτʼ οὐδεὶς τοῦτο τὸ ὄνομα βασιλεὺς Αἰγυπτίων ἐκλήθη, καὶ ὅτι ὕστερον ἧκε πρὸς Σολόμωνα ἡ προειρημένη γυνὴ βασιλεύουσα τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας. περὶ μὲν οὖν ταύτης μετʼ οὐ πολὺ δηλώσομεν· νῦν δὲ τούτων ἐπεμνήσθην, ἵνα παραστήσω τὰ ἡμέτερα βιβλία καὶ τὰ παρʼ Αἰγυπτίοις περὶ πολλῶν ὁμολογοῦντα.
160 Ὁ δὲ βασιλεὺς Σολόμων τοὺς ἔτι τῶν Χαναναίων οὐχ ὑπακούοντας, οἳ ἐν τῷ Λιβάνῳ διέτριβον ὄρει καὶ μέχρι πόλεως Ἀμάθης, ὑποχειρίους ποιησάμενος φόρον αὐτοῖς προσέταξε καὶ πρὸς τὸ θητεύειν αὐτῷ καὶ τὰς οἰκετικὰς χρείας ἐκτελεῖν καὶ πρὸς γεωργίαν κατʼ ἔτος ἐξ αὐτῶν ἐπελέγετο.
161 τῶν γὰρ Ἑβραίων οὐδεὶς ἐδούλευεν οὐδʼ ἦν εὔλογον ἔθνη πολλὰ τοῦ θεοῦ δεδωκότος αὐτοῖς ὑποχείρια, δέον ἐκ τούτων ποιεῖσθαι τὸ θητικόν, αὐτοὺς κατάγειν εἰς τοῦτο τὸ σχῆμα, ἀλλὰ πάντες ἐν ὅπλοις ἐφʼ ἁρμάτων καὶ ἵππων στρατευόμενοι μᾶλλον ἢ δουλεύοντες διῆγον.
162 τῶν δὲ Χαναναίων, οὓς εἰς τὴν οἰκετείαν ἀπήγαγεν. ἄρχοντας ἀπέδειξε πεντακοσίους καὶ πεντήκοντα τὸν ἀριθμόν, οἳ τὴν ὅλην αὐτῶν ἐπιτροπὴν εἰλήφεσαν παρὰ τοῦ βασιλέως, ὥστε διδάσκειν αὐτοὺς τὰ ἔργα καὶ τὰς πραγματείας, ἐφʼ ἃς ἂν αὐτῶν ἔχρῃζεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi