Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

2 Σολόμωνος δὲ τοῦ παιδὸς αὐτοῦ νέου τὴν ἡλικίαν ἔτι ὄντος τὴν βασιλείαν παραλαβόντος, ὃν ἔτι ζῶν ἀπέφηνε τοῦ λαοῦ δεσπότην κατὰ τὴν τοῦ θεοῦ βούλησιν, καθίσαντος ἐπὶ τὸν θρόνον ὁ μὲν πᾶς ὄχλος ἐπευφήμησεν, οἷον εἰκὸς ἐπʼ ἀρχομένῳ βασιλεῖ, τελευτῆσαι καλῶς αὐτῷ τὰ πράγματα καὶ πρὸς γῆρας ἀφικέσθαι λιπαρὸν καὶ πανεύδαιμον τὴν ἡγεμονίαν.
3 Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν,
4 ὅτι γινώσκει μὲν τὴν βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην στέργει καὶ ἀγαπᾷ τὴν ὑπʼ αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν ἥδεται πράγμασιν.
5 ἐδεῖτο δʼ οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην· οὐ γὰρ πλησιάσαι τὸν πατέρα διὰ τὸ γῆρας αὐτῇ, μένειν δʼ ἔτι παρθένον.
6 ἡ δὲ Βερσάβη καὶ διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον διʼ ἀμφότερα, τοῦ τε βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ ὁ μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, ἡ δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi