Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

76 Μεταπέμπεται δʼ ἐκ Τύρου Σολόμων παρὰ Εἱρώμου τεχνίτην Χείρωμον ὄνομα μητρὸς μὲν ὄντα Νεφθαλίτιδος τὸ γένος, ἐκ γὰρ ταύτης ὑπῆρχε τῆς φυλῆς, πατρὸς δὲ Οὐρίου γένος Ἰσραηλίτου. οὗτος ἅπαντος μὲν ἐπιστημόνως εἶχεν ἔργου, μάλιστα δὲ τεχνίτης ἦν χρυσὸν ἐργάζεσθαι καὶ ἄργυρον καὶ χαλκόν, ὑφʼ οὗ δὴ καὶ πάντα κατὰ τὴν τοῦ βασιλέως βούλησιν τὰ περὶ τὸν ναὸν ἐμηχανήθη.
77 κατεσκεύασε δὲ ὁ Χείρωμος οὗτος καὶ στύλους δύο χαλκοῦς ἔσωθεν τὸ πάχος τεσσάρων δακτύλων. ἦν δὲ τὸ μὲν ὕψος τοῖς κίοσιν ὀκτωκαίδεκα πήχεων, ἡ δὲ περίμετρος δέκα καὶ δύο πηχῶν· χωνευτὸν δʼ ἐφʼ ἑκατέρᾳ κεφαλῇ κρίνον ἐφειστήκει τὸ ὕψος ἐπὶ πέντε πήχεις ἐγηγερμένον, ᾧ περιέκειτο δίκτυον ἐλάτῃ χαλκέᾳ περιπεπλεγμένον καλύπτον τὰ κρίνα.
78 τούτου δὲ ἀπήρτηντο κατὰ διστιχίαν καὶ ῥοιαὶ διακόσιαι. τούτων τῶν κιόνων τὸν μὲν ἕτερον κατὰ τὴν δεξιὰν ἔστησε τοῦ προπυλαίου παραστάδα καλέσας αὐτὸν Ἰαχείν, τὸν δʼ ἕτερον κατὰ τὸ ἀριστερὸν ὀνομάσας αὐτὸν Ἀβαίζ.
79 Ἐχώνευσε δὲ καὶ θάλασσαν χαλκῆν εἰς ἡμισφαίριον ἐσχηματισμένην· ἐκλήθη δὲ τὸ χαλκούργημα θάλασσα διὸ τὸ μέγεθος· ἦν γὰρ ὁ λουτὴρ τὴν διάμετρον πηχῶν δέκα καὶ ἐπὶ παλαιστιαῖον πάχος κεχωνευμένος. ὑπερήρειστο δὲ κατὰ τὸ μεσαίτατον τοῦ κύτους σπείρᾳ περιαγομένῃ εἰς ἕλικας δέκα·
80 ἦν δὲ τὴν διάμετρον πήχεως, περιειστήκεσαν δὲ περὶ αὐτὴν μόσχοι δώδεκα πρὸς τὰ κλίματα τῶν τεσσάρων ἀνέμων ἀποβλέποντες καθʼ ἕκαστον αὐτῶν τρεῖς, εἰς τὰ ὀπίσθια νενευκότες, ὥστʼ αὐτοῖς ἐπικαθέζεσθαι τὸ ἡμισφαίριον κατὰ περιαγωγὴν ἔνδον ἀπονεῦον. ἐδέχετο δὲ ἡ θάλασσα βάτους τρισχιλίους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi