Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

67 ὄροφος δὲ αὐτοῖς ἐπεβέβλητο κέδρου καὶ τοῖς μὲν οἴκοις ἴδιος ἦν οὗτος ἑκάστῳ πρὸς τοὺς πλησίον οὐ συνάπτων, τοῖς δʼ ἄλλοις ὑπῆρχεν ἡ στέγη κοινὴ διʼ ἀλλήλων δεδομημένη μηκίσταις δοκοῖς καὶ διηκούσαις ἁπάντων, ὡς τοὺς μέσους τοίχους ὑπὸ τῶν αὐτῶν συγκρατουμένους ξύλων ἐρρωμενεστέρους διὰ τοῦτο γίνεσθαι.
68 τὴν δὲ ὑπὸ τὰς δοκοὺς στέγην τῆς αὐτῆς ὕλης ἐβάλετο πᾶσαν ἐξεσμένην εἰς φατνώματα καὶ προσκόλλησιν χρυσοῦ. τοὺς δὲ τοίχους κεδρίναις διαλαβὼν σανίσι χρυσὸν αὐταῖς ἐνετόρευσεν, ὥστε στίλβειν ἅπαντα τὸν ναὸν καὶ περιλάμπεσθαι τὰς ὄψεις τῶν εἰσιόντων ὑπὸ τῆς αὐγῆς τοῦ χρυσοῦ πανταχόθεν φερομένης.
69 ἡ δʼ ὅλη τοῦ ναοῦ οἰκοδομία κατὰ πολλὴν τέχνην ἐκ λίθων ἀκροτόμων ἐγένετο συντεθέντων ἁρμονίως πάνυ καὶ λείως, ὡς μήτε σφύρας μήτε ἄλλου τινὸς ἐργαλείου τεκτονικοῦ τοῖς κατανοοῦσιν ἐργασίαν δηλοῦσθαι, ἀλλὰ δίχα τῆς τούτων χρήσεως πᾶσαν ἡρμόσθαι τὴν ὕλην προσφυῶς, ὡς ἑκούσιον τὴν ἁρμονίαν αὐτῆς δοκεῖν μᾶλλον ἢ τῆς τῶν ἐργαλείων ἀνάγκης.
70 ἐφιλοτέχνησε δὲ ὁ βασιλεὺς ἄνοδον εἰς τὸν ὑπερῷον οἶκον διὰ τοῦ εὔρους τοῦ τοίχου· οὐ γὰρ εἶχε θύραν μεγάλην κατὰ τῆς ἀνατολῆς ὡς εἶχεν ὁ κάτωθεν οἶκος, ἀλλʼ ἐκ τῶν πλευρῶν ἦσαν εἴσοδοι διὰ μικρῶν πάνυ θυρῶν. διέλαβε δὲ τὸν ναὸν καὶ ἔνδοθεν καὶ ἔξωθεν ξύλοις κεδρίνοις ἁλύσεσι παχείαις συνδεδεμένοις, ὥστε ἀντʼ ὀχυρωμάτων καὶ ῥώμης τοῦτο εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi