Kitap 8
γενομένων δʼ αὐτοῖς ὅρκων καὶ συνθηκῶν πολλὰ δωρησάμενος αὐτῷ Ἄχαβος ἀπέπεμψεν εἰς τὴν ἰδίαν βασιλείαν. καὶ τὰ μὲν περὶ τῆς Ἀδάδου τοῦ Σύρων βασιλέως στρατείας ἐπὶ Ἄχαβον καὶ τοὺς Ἰσραηλίτας τοιοῦτον ἔσχε τὸ τέλος.
Προφήτης δέ τις τοὔνομα Μιχαίας προσελθών τινι τῶν Ἰσραηλιτῶν ἐκέλευεν αὐτὸν εἰς τὴν κεφαλὴν πλῆξαι· τοῦτο γὰρ ποιήσειν κατὰ βούλησιν τοῦ θεοῦ. τοῦ δὲ μὴ πεισθέντος προεῖπε παρακούσαντα τῶν τοῦ θεοῦ προσταγμάτων λέοντι περιτυχόντα διαφθαρήσεσθαι. συμβάντος τούτου τἀνθρώπῳ πρόσεισιν ἑτέρῳ πάλιν ὁ προφήτης ταὐτὸ προστάσσων.
πλήξαντος δʼ ἐκείνου καὶ θραύσαντος αὐτοῦ τὸ κρανίον καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ βασιλεῖ λέγων αὐτῷ συνεστρατεῦσθαι καὶ παραλαβεῖν ἐπὶ φυλακῇ τινα τῶν αἰχμαλώτων παρὰ τοῦ ταξιάρχου, φυγόντος δʼ αὐτοῦ κινδυνεύειν ὑπὸ τοῦ παραδεδωκότος ἀποθανεῖν· ἀπειλῆσαι γὰρ αὐτὸν εἰ διαφύγοι ὁ αἰχμάλωτος ἀποκτείνειν.
δίκαιον δὲ φήσαντος Ἀχάβου τὸν θάνατον εἶναι λύσας τὴν κεφαλὴν ἐπιγινώσκεται ὑπʼ αὐτοῦ Μιχαίας ὁ προφήτης ὤν. ἐκέχρητο δὲ σοφίσματι πρὸς αὐτὸν τῷ γενομένῳ πρὸς τοὺς μέλλοντας λόγους·
εἶπε γάρ, ὡς ὁ θεὸς ἀφέντʼ αὐτὸν διαδράναι τὴν τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν μὲν ἀποθανεῖν ὑπʼ ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ. παροξυνθεὶς δʼ Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε, συγκεχυμένος δʼ αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.
Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν.
ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην.
Τρίτῳ δʼ ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπʼ αὐτῇ διδάξαι κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα.
οἵ τε προσχώριοι διετέλουν στέργοντες τὸν Ἰωσάφατον καὶ πρὸς αὐτὸν εἰρήνην ἄγοντες· οἱ δὲ Παλαιστῖνοι τακτοὺς ἐτέλουν αὐτῷ φόρους καὶ Ἄραβες ἐχορήγουν κατʼ ἔτος ἄρνας ἑξήκοντα καὶ τριακοσίους καὶ ἐρίφους τοσούτους. πόλεις τε μεγάλας ὠχύρωσεν ἄλλας τε καὶ βαρεῖς, καὶ δύναμιν στρατιωτικὴν πρὸς πολέμους ηὐτρέπιστο.
ἦν δὲ ἐκ μὲν τῆς Ἰούδα φυλῆς στρατὸς ὁπλιτῶν μυριάδες τριάκοντα, ὧν Ἐδναῖος τὴν ἡγεμονίαν εἶχεν, Ἰωάννης δὲ μυριάδων εἴκοσι. ὁ δʼ αὐτὸς οὗτος ἡγεμὼν κἀκ τῆς Βενιαμίτιδος φυλῆς εἶχε τοξοτῶν πεζῶν μυριάδας εἴκοσι, ἄλλος δʼ ἡγεμὼν ᾧ Χάβαθος ὄνομα μυριάδας ὁπλιτῶν ὀκτωκαίδεκα τὸ πλῆθος τῷ βασιλεῖ προσένειμε, πάρεξ ὧν εἰς τὰς ὀχυρωτάτας διέπεμψε πόλεις.
Ἠγάγετο δὲ τῷ παιδὶ Ἰωράμῳ τὴν Ἀχάβου θυγατέρα τοῦ τῶν δέκα φυλῶν βασιλέως Ὀθλίαν ὄνομα. πορευθέντα δʼ αὐτὸν μετὰ χρόνον τινὰ εἰς Σαμάρειαν φιλοφρόνως Ἄχαβος ὑπεδέξατο καὶ τὸν ἀκολουθήσαντα στρατὸν ἐξένισε λαμπρῶς σίτου τε καὶ οἴνου καὶ θυμάτων ἀφθονίᾳ, παρεκάλεσέ τε συμμαχῆσαι κατὰ τοῦ Σύρων βασιλέως, ἵνα τὴν ἐν τῇ Γαλαδηνῇ πόλιν Ἀραμαθὰν ἀφέληται·
τοῦ γὰρ πατρὸς αὐτὴν τοῦ αὐτοῦ πρῶτον τυγχάνουσαν ἀφῃρῆσθαι τὸν ἐκείνου πατέρα. τοῦ δὲ Ἰωσαφάτου τὴν βοήθειαν ἐπαγγειλαμένου, καὶ γὰρ εἶναι δύναμιν αὐτῷ μὴ ἐλάττω τῆς ἐκείνου, καὶ μεταπεμψαμένου τὴν δύναμιν ἐξ Ἱεροσολύμων εἰς Σαμάρειαν, προεξελθόντες ἔξω τῆς πόλεως οἱ δύο βασιλεῖς καθίσαντες ἐπὶ τοῦ ἰδίου θρόνου ἑκάτερος τοῖς οἰκείοις στρατιώταις τὸ στρατιωτικὸν διένεμον.
Ἰωσαφάτης δʼ ἐκέλευσεν εἴ τινές εἰσι προφῆται καλέσαντʼ αὐτοὺς ἀνακρῖναι περὶ τῆς ἐπὶ τὸν Σύρον ἐξόδου, εἰ συμβουλεύουσι κατʼ ἐκεῖνον τὸν καιρὸν αὐτῷ ποιήσασθαι τὴν στρατείαν· καὶ γὰρ εἰρήνη τε καὶ φιλία τότε τῷ Ἀχάβῳ πρὸς τὸν Σύρον ὑπῆρχεν ἐπὶ τρία ἔτη διαμείνασα, ἀφʼ οὗ λαβὼν αὐτὸν αἰχμάλωτον ἀπέλυσεν ἄχρις ἐκείνης τῆς ἡμέρας.
Καλέσας δὲ Ἄχαβος τοὺς αὑτοῦ προφήτας ὡσεὶ τετρακοσίους τὸν ἀριθμὸν ὄντας ἐκέλευσεν ἔρεσθαι τοῦ θεοῦ, εἰ δίδωσιν αὐτῷ στρατευσαμένῳ ἐπὶ Ἄδερα νίκην καὶ καθαίρεσιν τῆς πόλεως, διʼ ἣν ἐκφέρειν μέλλει τὸν πόλεμον.
τῶν δὲ προφητῶν συμβουλευσάντων ἐκστρατεῦσαι, κρατήσειν γὰρ τοῦ Σύρου καὶ λήψεσθαι ὑποχείριον αὐτὸν ὡς καὶ τὸ πρῶτον, συνεὶς ἐκ τῶν λόγων Ἰωσάφατος, ὅτι ψευδοπροφῆται τυγχάνουσιν, ἐπύθετο τοῦ Ἀχάβου εἰ καὶ ἕτερός τίς ἐστι προφήτης τοῦ θεοῦ, ἵνα ἀκριβέστερον μάθωμεν περὶ τῶν μελλόντων. ὁ δʼ Ἄχαβος εἶναι μὲν ἔφη,
μισεῖν δʼ αὐτὸν κακὰ προφητεύσαντα καὶ προειπόντα ὅτι τεθνήξεται νικηθεὶς ὑπὸ τοῦ Σύρου, ἐν φρουρᾷ δὲ νῦν αὐτὸν ἔχειν· καλεῖσθαι δὲ Μιχαίαν, υἱὸν δʼ εἶναι Ὀμβλαίου· τοῦ δʼ Ἰωσαφάτου κελεύσαντος αὐτὸν προαχθῆναι πέμψας εὐνοῦχον ἄγει τὸν Μιχαίαν.
κατὰ δὲ τὴν ὁδὸν ἐδήλωσεν αὐτῷ ὁ εὐνοῦχος πάντας τοὺς ἄλλους προφήτας νίκην τῷ βασιλεῖ προειρηκέναι. ὁ δὲ οὐκ ἐξὸν αὐτῷ καταψεύσασθαι τοῦ θεοῖ φήσας, ἀλλʼ ἐρεῖν ὅτι ἂν αὐτῷ περὶ τοῦ βασιλέως αὐτὸς εἴπῃ, ὡς ἧκε πρὸς τὸν Ἄχαβον καὶ λέγειν αὐτῷ τἀληθὲς οὗτος ἐνωρκίσατο, δεῖξαι τὸν θεὸν αὐτῷ φεύγοντας τοὺς Ἰσραηλίτας ἔφη καὶ διωκομένους ὑπὸ τῶν Σύρων καὶ διασκορπιζομένους ὑπʼ αὐτῶν εἰς τὰ ὄρη, καθάπερ ποιμένων ἠρημωμένα ποίμνια.
ἔλεγε δὲ σημαίνειν τοὺς μὲν μετʼ εἰρήνης ἀναστρέψειν εἰς τὰ ἴδια, πεσεῖσθαι δʼ αὐτὸν μόνον ἐν τῇ μάχῃ. ταῦτα φήσαντος τοῦ Μιχαία πρὸς Ἰωσάφατον ὁ Ἄχαβος ἀλλʼ ἔγωγε μικρὸν ἔμπροσθεν ἐδήλωσά σοι τὴν τἀνθρώπου πρός με διάθεσιν, καὶ ὅτι μοι τὰ χείρω προεφήτευσε. τοῦ δὲ Μιχαία εἰπόντος,
ὡς προσῆκεν αὐτῷ πάντων ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ θεοῦ προλεγομένων, καὶ ὡς παρορμῶσιν αὐτὸν οἱ ψευδοπροφῆται ποιήσασθαι τὸν πόλεμον ἐλπίδι νίκης, καὶ ὅτι δεῖ πεσεῖν αὐτὸν μαχόμενον, αὐτὸς μὲν ἦν ἐπʼ ἐννοίᾳ, Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν προσελθὼν Μιχαίᾳ μὲν μὴ προσέχειν παρῄνει·
λέγειν γὰρ αὐτὸν οὐδὲν ἀληθές· τεκμηρίῳ δὲ ἐχρήσατο οἷς Ἠλίας προεφήτευσεν ὁ τούτου κρείττων τὰ μέλλοντα συνιδεῖν· καὶ γὰρ τοῦτον ἔλεγε προφητεύσαντα ἐν Ἱεζερήλα πόλει ἐν τῷ Ναβώθου ἀγρῷ τὸ αἷμα αὐτοῦ κύνας ἀναλιχμήσεσθαι προειπεῖν, καθὼς καὶ Ναβώθου τοῦ διʼ αὐτὸν καταλευσθέντος ὑπὸ τοῦ ὄχλου.
δῆλον οὖν, ὅτι οὗτος ψεύδεται τῷ κρείττονι προφήτῃ τἀναντία λέγων ἀπὸ ἡμερῶν τριῶν φάσκων τεθνήξεσθαι. γνώσεσθε δʼ εἴπερ ἐστὶν ἀληθὴς καὶ τοῦ θείου πνεύματος ἔχει τὴν δύναμιν· εὐθὺς γὰρ ῥαπισθεὶς ὑπʼ ἐμοῦ βλαψάτω μου τὴν χεῖρα, ὥσπερ Ἰάδαος τὴν Ἱεροβοάμου τοῦ βασιλέως συλλαβεῖν θελήσαντος ἀπεξήρανε δεξιάν·
ἀκήκοας γὰρ οἶμαι τοῦτο πάντως γενόμενον. ὡς οὖν πλήξαντος αὐτοῦ τὸν Μιχαίαν μηδὲν συνέβη παθεῖν, Ἄχαβος θαρρήσας ἄγειν τὴν στρατιὰν πρόθυμος ἦν ἐπὶ τὸν Σύρον· ἐνίκα γὰρ οἶμαι τὸ χρεὼν καὶ πιθανωτέρους ἐποίει τοῦ ἀληθοῦς τοὺς ψευδοπροφήτας, ἵνα λάβῃ τὴν ἀφορμὴν τοῦ τέλους. Σεδεκίας σιδήρεα ποιήσας κέρατα λέγει πρὸς Ἄχαβον, ὡς θεὸν αὐτῷ σημαίνειν τούτοις ἅπασαν καταστρέψεσθαι τὴν Συρίαν.
Μιχαίαν δὲ μετʼ οὐ πολλὰς ἡμέρας εἰπόντα τὸν Σεδεκίαν ταμιεῖον ἐκ ταμιείου κρυβόμενον ἀμείψειν ζητοῦντα φυγεῖν τῆς ψευδολογίας τὴν δίκην, ἐκέλευσεν ὁ βασιλεὺς ἀπαχθέντα φυλάττεσθαι πρὸς Ἀχάμωνα τὸν τῆς πόλεως ἄρχοντα καὶ χορηγεῖσθαι μηδὲν ἄρτου καὶ ὕδατος αὐτῷ περισσότερον.
Καὶ Ἄχαβος μὲν καὶ Ἰωσάφατος ὁ τῶν Ἱεροσολύμων βασιλεὺς ἀναλαβόντες τὰς δυνάμεις ἤλασαν εἰς Ῥαμάθην πόλιν τῆς Γαλαδίτιδος. ὁ δὲ τῶν Σύρων βασιλεὺς ἀκούσας αὐτῶν τὴν στρατείαν ἀντεπήγαγεν αὐτοῖς τὴν αὑτοῦ στρατιὰν καὶ οὐκ ἄπωθεν τῆς Ἀραμάθης στρατοπεδεύεται.
συνέθεντο δὲ ὅ τε Ἄχαβος καὶ Ἰωσάφατος ἀποθέσθαι μὲν τὸν Ἄχαβον τὸ βασιλικὸν σχῆμα, τὸν δὲ τῶν Ἱεροσολύμων βασιλέα τὴν αὐτοῦ στολὴν ἔχοντα στῆναι ἐν τῇ παρατάξει, κατασοφιζόμενοι τὰ ὑπὸ τοῦ Μιχαία προειρημένα. εὗρε δʼ αὐτὸν τὸ χρεὼν καὶ δίχα τοῦ σχήματος·
ὁ μὲν γὰρ Ἄδαδος ὁ τῶν Σύρων βασιλεὺς παρήγγειλε τῇ στρατιᾷ διὰ τῶν ἡγεμόνων μηδένα τῶν ἄλλων ἀναιρεῖν, μόνον δὲ τὸν βασιλέα τῶν Ἰσραηλιτῶν. οἱ δὲ Σύροι τῆς συμβολῆς γενομένης ἰδόντες τὸν Ἰωσάφατον ἑστῶτα πρὸ τῆς τάξεως καὶ τοῦτον εἰκάσαντες εἶναι τὸν Ἄχαβον ὥρμησαν ἐπʼ αὐτὸν καὶ περικυκλωσάμενοι,
ὡς ἐγγὺς ὄντες ἔγνωσαν οὐκ ὄντα τοῦτον, ἀνεχώρησαν ὀπίσω, ἀπό τε ἀρχομένης ἠοῦς ἄχρι δείλης μαχόμενοι καὶ νικῶντες ἀπέκτειναν οὐδένα κατὰ τὴν τοῦ βασιλέως ἐντολὴν ζητοῦντες τὸν Ἄχαβον ἀνελεῖν μόνον καὶ εὑρεῖν οὐ δυνάμενοι. παῖς δέ τις βασιλικὸς τοῦ Ἀδάδου Ἀμανὸς ὄνομα τοξεύσας εἰς τοὺς πολεμίους τιτρώσκει τὸν βασιλέα διὰ τοῦ θώρακος κατὰ τοῦ πνεύμονος.
Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν μὴ τραπείησαν, τὸν δʼ ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης· χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε.
Καὶ τὸ μὲν τῶν Σύρων στράτευμα νυκτὸς ἤδη γενομένης ἀνεχώρησεν εἰς τὴν παρεμβολήν, καὶ δηλώσαντος τοῦ στρατοκήρυκος ὅτι τέθνηκεν Ἄχαβος ἀνέζευξαν εἰς τὰ ἴδια, κομίσαντες δὲ τὸν Ἀχάβου νεκρὸν εἰς Σαμάρειαν ἐκεῖ θάπτουσι.
καὶ τὸ ἅρμα ἀποπλύναντες ἐν τῇ Ἱεζερήλα κρήνῃ καθῃμαγμένον τῷ τοῦ βασιλέως φόνῳ ἀληθῆ τὴν Ἠλία προφητείαν ἐπέγνωσαν· οἱ μὲν γὰρ κύνες ἀνελιχμήσαντο τὸ αἷμα, αἱ δὲ ἑταιριζόμεναι ἐν τῇ κρήνῃ τὸ λοιπὸν λουόμεναι τούτῳ διετέλουν. ἀπέθανε δʼ ἐν Ἀραμάθῃ, Μιχαία τοῦτο προειπόντος.
συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δʼ ὅτι προφητείας καὶ τῆς διὰ τῶν τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ φυλάξασθαι,
λογίζεσθαί τε πάλιν ἐκ τῶν περὶ τὸν βασιλέα γεγενημένων στοχαζομένους προσῆκε τὴν τοῦ χρεὼν ἰσχύν, ὅτι μηδὲ προγινωσκόμενον αὐτὸ διαφυγεῖν ἔστιν, ἀλλʼ ὑπέρχεται τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι κολακεῦον χρησταῖς, αἷς εἰς τὸ πόθεν αὐτῶν κρατήσει περιάγει.
φαίνεται οὖν καὶ Ἄχαβος ὑπὸ τούτου τὴν διάνοιαν ἀπατηθείς, ὥστε ἀπιστῆσαι μὲν τοῖς προλέγουσι τὴν ἧτταν, τοῖς δὲ πρὸς χάριν προφητεύσασι πεισθεὶς ἀποθανεῖν. τοῦτον μὲν οὖν ὁ παῖς Ὀχοζίας διεδέξατο.