Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

38 θαυμαστὴν δʼ ἐπίδοσιν ἔλαβεν ὅ τε τῶν Ἑβραίων λαὸς καὶ ἡ Ἰούδα φυλὴ πρὸς γεωργίαν τραπέντων καὶ τὴν τῆς γῆς ἐπιμέλειαν· εἰρήνης γὰρ ἀπολαύοντες καὶ πολέμοις καὶ ταραχαῖς μὴ περισπώμενοι καὶ προσέτι τῆς ποθεινοτάτης ἐλευθερίας ἀκρατῶς ἐμφορούμενοι πρὸς τῷ συναύξειν ἕκαστος τὰ οἰκεῖα καὶ ποιεῖν ἄξια πλείονος ὑπῆρχεν.
39 Ἦσαν δὲ καὶ ἕτεροι τῷ βασιλεῖ ἡγεμόνες, οἳ τῆς τε Σύρων γῆς καὶ τῶν ἀλλοφύλων ἥτις ἦν ἀπʼ Εὐφράτου ποταμοῦ διήκουσα μέχρι τῆς Αἰγυπτίων ἐπῆρχον ἐκλέγοντες αὐτῷ φόρους παρὰ τῶν ἐθνῶν.
40 συνετέλουν δὲ καὶ τῇ τραπέζῃ καθʼ ἡμέραν καὶ τῷ δείπνῳ τοῦ βασιλέως σεμιδάλεως μὲν κόρους τριάκοντα, ἀλεύρου δὲ ξ, σιτιστοὺς δὲ βόας δέκα καὶ νομάδας βόας εἴκοσι, σιτιστοὺς δὲ ἄρνας ἑκατόν. ταῦτα πάντα πάρεξ τῶν ἀπʼ ἄγρας ἐλάφων λέγω καὶ βουβάλων καὶ τῶν πετεινῶν καὶ ἰχθύων ἐκομίζετο καθʼ ἡμέραν βασιλεῖ παρὰ τῶν ἀλλοφύλων.
41 τοσοῦτον δὲ πλῆθος ἦν ἁρμάτων Σολόμωνι, ὡς τέσσαρας εἶναι μυριάδας φατνῶν τῶν ὑποζευγνυμένων ἵππων· χωρὶς δὲ τούτων ἦσαν ἱππεῖς δισχίλιοι καὶ μύριοι, ὧν οἱ μὲν ἡμίσεις τῷ βασιλεῖ προσήδρευον ἐν Ἱεροσολύμοις, οἱ δὲ λοιποὶ κατὰ τὰς βασιλικὰς διεσπαρμένοι κώμας ἐν αὐταῖς κατέμενον. ὁ δʼ αὐτὸς ἡγεμὼν ὁ τὴν τοῦ βασιλέως δαπάνην πεπιστευμένος καὶ τοῖς ἵπποις ἐχορήγει τὰ ἐπιτήδεια συγκομίζων εἰς ὃν ὁ βασιλεὺς διέτριβε τόπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi