Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

 
α. Ὡς Σολόμων τὴν βασιλείαν παραλαβὼν τοὺς ἐχθροὺς ἀνεῖλε.
 
β. περὶ τῆς σοφίας αὐτοῦ καὶ συνέσεως καὶ τοῦ πλούτου.
 
γ. ὅτι πρῶτος τὸν ἐν Ἱεροσολύμοις ναὸν ᾠκοδόμησεν.
 
δ. ὡς τελευτήσαντος Σολόμωνος ὁ λαὸς ἀποστὰς τοῦ παιδὸς αὐτοῦ Ῥοβοάμου τῶν δέκα φυλῶν τῶν ὑπηκόων τινὰ Ἱεροβόαμον ἀπέδειξε βασιλέα, τῶν δὲ δύο φυλῶν ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν.
 
ε. ὡς Ἴσακος Αἰγυπτίων βασιλεὺς στρατευσάμενος ἐπὶ τὰ Ἱεροσόλυμα καὶ κατασχὼν τὴν πόλιν τὸν πλοῦτον αὐτῆς εἰς Αἴγυπτον μετήνεγκε. 5
 
ϛ. στρατεία Ἱεροβοάμου τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως ἐπὶ τὸν υἱὸν τὸν Ῥοβοάμου καὶ ἧττα.
 
ζ. ὅτι τὴν Ἱεροβοάμου γενεὰν Βασίνης τις ὄνομα διαφθείρας αὐτὸς τὴν βασιλείαν ἔσχεν.
 
η. Αἰθιόπων ἐπιστρατεία τοῖς Ἱεροσολύμοις βασιλεύοντος αὐτῶν Ἀσάνου τοῦ Ἀβία παιδός, καὶ διαφθορὰ τοῦ στρατοῦ.
 
θ. ὡς τῆς Ἀβεσσάρου γενεᾶς διαφθαρείσης ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἄμαρις καὶ ὁ υἱὸς αὐτοῦ Ἄχαβος.
 
ι. ὡς Ἄδαδος Δαμασκοῦ καὶ Συρίας βασιλεὺς δὶς ἐπ' Ἄχαβον στρατευσάμενος ἡττήθη. 10
 
ια. Ἀμμανιτῶν καὶ Μωαβιτῶν στρατευσαμένων ἐπ' Ἰωσαφάτην τὸν Ἱεροσολύμων βασιλέα ἧττα.
 
ιβ. ὡς Ἄχαβος ἐπὶ Σύρους στρατευσάμενος ἡττήθη τῇ μάχῃ καὶ αὐτὸς ἀπώλετο.
 
περιέχει ἡ βίβλος αὕτη ἔτη ἑκατὸν ἑξήκοντα καὶ τρία.
 
Περὶ μὲν οὖν Δαυίδου καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ ὅσων ἀγαθῶν αἴτιος γενόμενος τοῖς ὁμοφύλοις πολέμους τε καὶ μάχας ὅσας κατορθώσας γηραιὸς ἐτελεύτησεν, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν.
 
Σολόμωνος δὲ τοῦ παιδὸς αὐτοῦ νέου τὴν ἡλικίαν ἔτι ὄντος τὴν βασιλείαν παραλαβόντος, ὃν ἔτι ζῶν ἀπέφηνε τοῦ λαοῦ δεσπότην κατὰ τὴν τοῦ θεοῦ βούλησιν, καθίσαντος ἐπὶ τὸν θρόνον ὁ μὲν πᾶς ὄχλος ἐπευφήμησεν, οἷον εἰκὸς ἐπʼ ἀρχομένῳ βασιλεῖ, τελευτῆσαι καλῶς αὐτῷ τὰ πράγματα καὶ πρὸς γῆρας ἀφικέσθαι λιπαρὸν καὶ πανεύδαιμον τὴν ἡγεμονίαν.
 
Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν,
 
ὅτι γινώσκει μὲν τὴν βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην στέργει καὶ ἀγαπᾷ τὴν ὑπʼ αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν ἥδεται πράγμασιν.
 
ἐδεῖτο δʼ οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην· οὐ γὰρ πλησιάσαι τὸν πατέρα διὰ τὸ γῆρας αὐτῇ, μένειν δʼ ἔτι παρθένον.
 
ἡ δὲ Βερσάβη καὶ διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον διʼ ἀμφότερα, τοῦ τε βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ ὁ μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, ἡ δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο.
 
καὶ προϋπαντήσαντος αὐτῇ τοῦ παιδὸς καὶ περιπλακέντος, ἐπεὶ παρήγαγεν εἰς τὸν οἶκον, οὗ συνέβαινεν αὐτῷ κεῖσθαι τὸν βασιλικὸν θρόνον, καθίσας ἐκέλευσεν ἕτερον ἐκ δεξιῶν τεθῆναι τῇ μητρί. καθεσθεῖσα δʼ ἡ Βερσάβη μίαν, εἶπεν, ὦ παῖ, χάριν αἰτουμένῃ κατάνευσον καὶ μηδὲν ἐξ ἀρνήσεως δύσκολον μηδὲ σκυθρωπὸν ἀπεργάσῃ. τοῦ δὲ Σολόμωνος προστάττειν κελεύοντος,
 
πάντα γὰρ ὅσιον εἶναι μητρὶ παρέχειν, καί τι προσμεμψαμένου τὴν ἀρχήν, ὅτι μὴ μετʼ ἐλπίδος ἤδη βεβαίας τοῦ τυχεῖν ὧν ἀξιοῖ ποιεῖται τοὺς λόγους ἀλλʼ ἄρνησιν ὑφορωμένη, δοῦναι τὴν παρθένον αὐτὸν Ἀβισάκην Ἀδωνίᾳ τἀδελφῷ πρὸς γάμον παρεκάλει.
 
Λαβὼν δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς τὸν λόγον ἀποπέμπεται μὲν τὴν μητέρα μειζόνων ὀρέγεσθαι πραγμάτων εἰπὼν Ἀδωνίαν καὶ θαυμάζειν, πῶς οὐ παραχωρῆσαι καὶ τῆς βασιλείας ὡς πρεσβυτέρῳ παρακαλεῖ τὸν γάμον αὐτῷ τὸν Ἀβισάκης αἰτουμένη φίλους ἔχοντι δυνατοὺς Ἰώαβον τὸν στρατηγὸν καὶ Ἀβιάθαρον τὸν ἱερέα, μεταπεμψάμενος δὲ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων ἀποκτεῖναι προσέταξεν αὐτῷ τὸν ἀδελφὸν Ἀδωνίαν.
 
καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέα θανάτου μέν, εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ ἡ κιβωτός, ἣν σὺν αὐτῷ μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ ἐκείνου φρονήσαντι· μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλʼ εἰς τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον ἁμαρτὼν τοῦ μηκέτʼ εἶναι δικαίως ἐν ἀξίᾳ.
 
καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς ὁ Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν ὁ θεὸς Ἠλεί, μετέβη δʼ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον.
 
οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθʼ ὃν καιρὸν εἰς τὸν Ἰθαμάρου οἶκον ἡ ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος ἦσαν οὗτοι· ὁ τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο.
 
Ἰώαβος δὲ ὁ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο, φίλος γὰρ ἦν αὐτῷ μᾶλλον ἢ τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον, ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως.
 
ὁ δὲ ἀπαγγειλάντων αὐτῷ τινων τὴν Ἰωάβου γνώμην πέμψας Βαναίαν ἐκέλευσεν ἀναστήσαντα ἄγειν ἐπὶ τὸ δικαστήριον ὡς ἀπολογησόμενον. Ἰώαβος δὲ οὐκ ἔφη καταλείψειν τὸ ἱερόν, ἀλλʼ αὐτοῦ τεθνήξεσθαι μᾶλλον ἢ ἐν ἑτέρῳ χωρίῳ.
 
Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν ὁ Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς ὁ Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δʼ αὐτοῦ τὸ σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ Ἰωάβου τελευτῆς αὐτός τε καὶ ὁ πατὴρ ἀθῷοι τυγχάνωσι.
 
καὶ Βαναίας μὲν τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον δὲ ποιεῖ μόνον ἀρχιερέα ὁ βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο.
 
Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν, παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι.
 
Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας.
 
ἐπανελθόντος δὲ μετʼ αὐτῶν ὁ βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόν οὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδʼ ἐξελεύσεσθαί ποτʼ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην;
 
οὔκουν ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι μὲν οὐδὲν οἱ κακοὶ μὴ παρʼ αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ ᾧ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων ἡ κόλασις αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν. καὶ Σουμούισον μὲν κελευσθεὶς Βαναίας ἀπέκτεινεν.
 
Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα· καὶ κατασκευάσας τὰ τείχη τῶν Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδʼ ὑπὸ τῆς νεότητος πρός τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν ὁ πατὴρ τελευτῶν ἐπέστειλε βλαπτόμενος, ἀλλὰ πάνθʼ ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν.
 
ἔγνω δʼ εἰς Γιβρῶνα παραγενόμενος ἐπὶ τοῦ χαλκέου θυσιαστηρίου τοῦ κατασκευασθέντος ὑπὸ Μουσείου θῦσαι τῷ θεῷ καὶ χίλια τὸν ἀριθμὸν ὡλοκαύτωσεν ἱερεῖα. τοῦτο δὲ ποιήσας μεγάλως ἔδοξε τὸν θεὸν τετιμηκέναι· φανεὶς γὰρ αὐτῷ κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἐκέλευσεν αἱρεῖσθαι, τίνας ἀντὶ τῆς εὐσεβείας παράσχῃ δωρεὰς αὐτῷ.
 
Σολόμων δὲ τὰ κάλλιστα καὶ μέγιστα καὶ θεῷ παρασχεῖν ἥδιστα καὶ λαβεῖν ἀνθρώπῳ συμφορώτατα τὸν θεὸν ᾔτησεν· οὐ γὰρ χρυσὸν οὐδʼ ἄργυρον οὐδὲ τὸν ἄλλον πλοῦτον ὡς ἄνθρωπος καὶ νέος ἠξίωσεν αὑτῷ προσγενέσθαι, ταῦτα γὰρ σχεδὸν νενόμισται παρὰ τοῖς πλείστοις μόνα σπουδῆς ἄξια καὶ θεοῦ δῶρα εἶναι, ἀλλὰ δός μοι φησί, δέσποτα, νοῦν ὑγιῆ καὶ φρόνησιν ἀγαθήν, οἷς ἂν τὸν λαὸν τἀληθῆ καὶ τὰ δίκαια λαβὼν κρίνοιμι.
 
τούτοις ἥσθη τοῖς αἰτήμασιν ὁ θεὸς καὶ τά τε ἄλλα πάνθʼ ὧν οὐκ ἐμνήσθη παρὰ τὴν ἐκλογὴν δώσειν ἐπηγγείλατο πλοῦτον δόξαν νίκην πολεμίων, καὶ πρὸ πάντων σύνεσιν καὶ σοφίαν οἵαν οὐκ ἄλλος τις ἀνθρώπων ἔσχεν οὔτε βασιλέων οὔτʼ ἰδιωτῶν, φυλάξειν τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ τὴν βασιλείαν ἐπὶ πλεῖστον ὑπισχνεῖτο χρόνον, ἂν δίκαιός τε ὢν διαμένῃ καὶ πειθόμενος αὐτῷ καὶ τὸν πατέρα μιμούμενος ἐν οἷς ἦν ἄριστος.
 
ταῦτα τοῦ θεοῦ Σολόμων ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς Ἰουδαίους ἅπαντας.
 
Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπʼ αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος εὑρεῖν ἦν ἐπίπονον· τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι.
 
δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπʼ αὐτόν, ὧν ἡ ἀδικεῖσθαι δοκοῦσα πρώτη λέγειν ἤρξατο· οἰκῶ μέν, εἶπεν, ὦ βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ, συνέβη δʼ ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα παιδία.
1 / 11 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi