Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

381 ἐπὶ τούτοις εὐξάμενος τῷ τε παντὶ λαῷ τὰ ἀγαθὰ καὶ τῷ παιδὶ Σολόμωνι διάνοιαν ὑγιῆ καὶ δικαίαν καὶ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν ἐρρωμένην ἐκέλευσε καὶ τὸ πλῆθος εὐλογεῖν τὸν θεόν. καὶ οἱ μὲν πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν, εὐχαρίστησαν δὲ καὶ Δαυίδῃ περὶ πάντων ὧν αὐτοῦ τὴν βασιλείαν παραλαβόντος ἀπέλαυσαν.
382 τῇ δʼ ἐπιούσῃ θυσίας τῷ θεῷ παρέστησαν μόσχους χιλίους καὶ κριοὺς τοσούτους καὶ χιλίους ἀμνούς, οὓς ὡλοκαύτωσαν· ἔθυσαν δὲ καὶ τὰς εἰρηνικὰς θυσίας πολλὰς μυριάδας ἱερείων κατασφάξαντες. καὶ διʼ ὅλης τῆς ἡμέρας ἑώρτασεν ὁ βασιλεὺς σὺν παντὶ τῷ λαῷ, καὶ Σολόμωνα δεύτερον ἔχρισαν τῷ ἐλαίῳ καὶ ἀπέδειξαν αὐτὸν βασιλέα καὶ Σάδωκον ἀρχιερέα τῆς πληθύος ἁπάσης. εἴς τε τὸ βασίλειον ἀγαγόντες Σολόμωνα καὶ καθίσαντες αὐτὸν ἐπὶ θρόνου τοῦ πατρῴου ἀπʼ ἐκείνης τῆς ἡμέρας ὑπήκουον αὐτῷ.
383 Μετʼ ὀλίγον δὲ χρόνον ὁ Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν τοιάδε· ἐγὼ μέν, ὦ τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi