Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

323 κἂν γένηται τοὺς τρεῖς μῆνας νικωμένους αὐτούς, ὅτι τοὺς ἀνδρειοτάτους ἔχων περὶ αὑτὸν καὶ φρούρια καὶ διὰ τοῦτο μηδὲν φοβούμενος εἵλετο τὸν πόλεμον, ᾐτήσατο πάθος κοινὸν καὶ βασιλεῦσι καὶ τοῖς ἀρχομένοις, ἐν ᾧ τὸ δέος ἶσον ἁπάντων γίνεται, προσειπὼν ὅτι πολὺ κρεῖττον εἰς τὰς τοῦ θεοῦ χεῖρας ἐμπεσεῖν ἢ τὰς τῶν πολεμίων.
324 Ταῦτʼ ἀκούσας ὁ προφήτης ἀπήγγειλε τῷ θεῷ· ὁ δὲ τὸν λοιμὸν καὶ τὴν φθορὰν ἔπεμψε τοῖς Ἑβραίοις. ἀπέθνησκον δʼ οὐ μονοτρόπως οὐδʼ ὥστε ῥᾴδιον κατανοῆσαι γενέσθαι τὴν νόσον, ἀλλὰ τὸ μὲν κακὸν ἓν ἦν, μυρίαις δʼ αὐτοὺς αἰτίαις καὶ προφάσεσιν οὐδʼ ἐπινοῆσαι δυναμένους ἀνήρπαζεν.
325 ἄλλος γὰρ ἐπʼ ἄλλῳ διεφθείρετο, καὶ λανθάνον ἐπερχόμενον τὸ δεινὸν ὀξεῖαν τὴν τελευτὴν ἐπέφερεν, τῶν μὲν αἰφνιδίως μετʼ ἀλγημάτων σφοδρῶν καὶ πικρᾶς ὀδύνης τὴν ψυχὴν ἀφιέντων, ἐνίων δὲ καὶ μαραινομένων τοῖς παθήμασι καὶ μηδʼ εἰς κηδείαν ὑπολειπομένων, ἀλλʼ ἐν αὐτῷ τῷ κάμνειν εἰς τὸ παντελὲς δαπανωμένων·
326 οἱ δʼ αἰφνίδιον σκότους αὐτοῖς τὰς ὄψεις ὑποδραμόντος περιπνιγεῖς ἀπῴμωζον, ἔνιοι δὲ τῶν οἰκείων τινὰ κηδεύοντες ἐναπέθνησκον ἀτελέσι ταῖς ταφαῖς. ἀπώλοντο δʼ ἀρξαμένης ἕωθεν τῆς λοιμικῆς νόσου φθείρειν αὐτοὺς ἕως ὥρας ἀρίστου μυριάδες ἑπτά.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi