Kitap 7
261
τὰ δʼ αὐτὰ καὶ Ἀμασᾷ τῷ στρατηγῷ προσέταξεν αὐτοὺς λέγειν, ὅτι τῆς ἀδελφῆς υἱὸς ὢν αὐτοῦ μὴ πείθει τὸ πλῆθος Δαυίδῃ τὴν βασιλείαν ἀποδοῦναι· προσδοκᾶν δὲ παρʼ αὐτοῦ μὴ διαλλαγὴν μόνον, τοῦτο γὰρ ἤδη γέγονεν, ἀλλὰ καὶ τὴν παντὸς τοῦ λαοῦ στρατηγίαν, ἣν αὐτῷ καὶ Ἀψάλωμος παρέσχε.
262
καὶ οἱ μὲν ἀρχιερεῖς ἃ μὲν τοῖς τῆς φυλῆς ἄρχουσι διειλέχθησαν ἃ δὲ τὸν Ἀμασὰν ἔπεισαν τὰ παρὰ τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντες ἐγχειρεῖν ταῖς ὑπὲρ αὐτοῦ φροντίσι. καὶ πείθει γε τὴν φυλὴν παραχρῆμα πέμψαι πρὸς Δαυίδην πρέσβεις παρακαλοῦντας εἰς τὴν ἰδίαν αὐτὸν ἐπανελθεῖν βασιλείαν. τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίουν οἱ Ἰσραηλῖται προτρεψαμένου τοῦ Ἀμασᾶ.
263
Τῶν δὲ πρέσβεων ἀφικομένων πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα παρεγένετο. πάντας δὲ τοὺς ἄλλους ἔφθασεν ἡ Ἰούδα φυλὴ πρὸς τὸν Ἰόρδανον ποταμὸν ἀπαντῆσαι τῷ βασιλεῖ καὶ ὁ Γήρα παῖς Σαμούις μετὰ χιλίων ἀνδρῶν, οὓς ἐκ τῆς Βενιαμίδος φυλῆς ἐπήγετο, καὶ Σιβᾶς δὲ ὁ ἀπελεύθερος Σαούλου καὶ οἱ παῖδες αὐτοῦ πεντεκαίδεκα τὸν ἀριθμὸν ὄντες μετὰ οἰκετῶν εἴκοσιν.
264
οὗτοι σὺν τῇ Ἰούδα φυλῇ τὸν ποταμὸν ἐγεφύρωσαν, ἵνα ῥᾷστα διαβῇ μετὰ τῶν ἰδίων ὁ βασιλεύς. ὡς δὲ ἧκεν ἐπὶ τὸν Ἰόρδανον ἠσπάσατο μὲν αὐτὸν ἡ Ἰούδα φυλή, προσπεσὼν δʼ ἀναβάντι ἐπὶ τὴν γέφυραν Σαμούις καὶ κατασχὼν αὐτοῦ τοὺς πόδας ἐδεῖτο συγγνῶναι περὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων καὶ μὴ γενέσθαι πικρὸν αὐτῷ μηδὲ τοῦτο πρῶτον ἡγήσασθαι τὴν τιμωρίαν ἐν ἐξουσίᾳ γενόμενον, λογίσασθαι δʼ ὅτι καὶ μετανοήσας ἐφʼ οἷς ἐσφάλη πρῶτος ἐλθεῖν πρὸς αὐτὸν ἔσπευσε.