Kitap 7
241
ὁ δὲ κελεύσας αὐτῷ δεῖξαι ποῦ κρεμάμενον ἴδοι τὸν Ἀψάλωμον τοξεύσας κατὰ τῆς καρδίας ἀπέκτεινεν· οἱ δὲ τὰ τοῦ Ἰωάβου κομίζοντες ὅπλα περιστάντες ἐν κύκλῳ τὸ δένδρον κατασπῶσι τὸν νεκρόν·
242
καὶ τὸν μὲν εἰς χάσμα βαθὺ καὶ ἀχανὲς ῥίψαντες ἐπιβάλλουσιν αὐτῷ λίθους, ὥστε ἀναπληρωθῆναι καὶ τὸ σχῆμα τάφου καὶ μέγεθος λαβεῖν, σημήνας δὲ ἀνακλητικὸν ὁ Ἰώαβος ἐπέσχε τοῦ διώκειν τοὺς οἰκείους στρατιώτας τὴν τῶν πολεμίων δύναμιν φειδόμενος τῶν ὁμοφύλων.
243
Ἔστησε δʼ Ἀψάλωμος ἐν τῇ κοιλάδι τῇ βασιλικῇ στήλην λίθου μαρμαρίνου δύο σταδίους ἀπέχουσαν Ἱεροσολύμων, ἣν προσηγόρευσεν ἰδίαν χεῖρα λέγων, ὡς καὶ τῶν τέκνων αὐτοῦ διαφθαρέντων ἐν τῇ στήλῃ μενεῖ τὸ ὄνομα· τέκνα γὰρ ἦν αὐτῷ τρία μὲν ἄρρενα, θυγάτηρ δὲ μία Θωμάρα τοὔνομα, ὡς προειρήκαμεν.
244
συνοικησάσης δʼ αὐτῆς τῷ Σολόμωνος υἱῷ Ῥοβοάμῳ γίνεται παῖς ὁ διαδεξάμενος τὴν βασιλείαν Ἀβίας. καὶ περὶ μὲν τούτων ἐν ὑστέροις οἰκειότερον τῇ ἱστορίᾳ δηλώσομεν. μετὰ δὲ τὴν Ἀψαλώμου τελευτὴν ὁ μὲν λαὸς εἰς τὰ οἰκεῖα διεσπάρη.
245
Ἀχιμᾶς δὲ ὁ Σαδώκου τοῦ ἀρχιερέως υἱὸς Ἰωάβῳ προσελθὼν ἐδεῖτο αὐτοῦ τὴν νίκην ἐπιτρέψαι πορευθέντι Δαυίδῃ μηνῦσαι, καὶ ὅτι τῆς παρὰ τοῦ θεοῦ βοηθείας ἔτυχε καὶ προνοίας εὐαγγελίσασθαι.
246
καὶ τὸν μέν, οὐ προσήκειν εἰπὼν αὐτῷ καλῶν ἄγγελον ἀεὶ γεγενημένον νῦν ἀπιέναι δηλώσοντα θάνατον τῷ βασιλεῖ τοῦ παιδὸς αὐτοῦ, μένειν ἠξίου, καλέσας δὲ τὸν Χουσὶν ἐκείνῳ προσέταξε τὸ ἔργον, ἵνʼ ὅπερ αὐτὸς εἶδε τοῦτο μηνύσειε τῷ βασιλεῖ.