Kitap 7
150
σφόδρα ἐλύπησεν ὁ λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν ἄνθρωπον ἐκεῖνον, ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν, ἀπεφήνατο καὶ τετραπλὴν ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι. Νάθας δʼ ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφʼ ἑαυτοῦ κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον.
151
ἀνεκάλυπτε δʼ αὐτῷ καὶ παρεγύμνου τὴν ὀργὴν τοῦ θεοῦ ποιήσαντος μὲν αὐτὸν βασιλέα πάσης τῆς Ἑβραίων δυνάμεως καὶ τῶν ἐν κύκλῳ πάντων ἐθνῶν πολλῶν καὶ μεγάλων κύριον, ῥυσαμένου δʼ ἔτι πρὸ τούτων ἐκ τῶν Σαούλου χειρῶν, δόντος δʼ αὐτῷ καὶ γυναῖκας ἃς δικαίως καὶ νομίμως ἠγάγετο, καταφρονηθέντος δʼ ὑπʼ αὐτοῦ καὶ ἀσεβηθέντος, ὃς ἀλλοτρίαν τε γήμας ἔχει γυναῖκα καὶ τὸν ἄνδρα αὐτῆς ἀποκτείνειεν ἐκδοὺς τοῖς πολεμίοις·
152
δώσειν οὖν αὐτὸν ἀντὶ τούτων δίκας τῷ θεῷ καὶ βιασθήσεσθαι μὲν αὐτοῦ τὰς γυναῖκας ὑφʼ ἑνὸς τῶν παίδων, ἐπιβουλευθήσεσθαι δὲ καὶ αὐτὸν ὑπʼ ἐκείνου, καὶ τὸ ἁμάρτημα τοῦτο κρύφα δράσαντα φανερὰν τὴν ἐπʼ αὐτῷ δίκην ὑφέξειν· τεθνήξεσθαι δὲ καὶ τὸν παῖδά σοι παραχρῆμα τὸν ἐξ αὐτῆς γεγενημένον.
153
ταραχθέντος δʼ ἐπὶ τούτοις τοῦ βασιλέως καὶ συσχεθέντος ἱκανῶς καὶ μετὰ δακρύων καὶ λύπης ἀσεβῆσαι λέγοντος, ἦν γὰρ ὁμολογουμένως θεοσεβὴς καὶ μηδὲν ἁμαρτὼν ὅλως περὶ τὸν βίον ἢ τὰ περὶ τὴν Οὐρία γυναῖκα, ᾤκτειρεν ὁ θεὸς καὶ διαλλάττεται φυλάξειν αὐτῷ καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν ἐπαγγειλάμενος· μετανοοῦντι γὰρ περὶ τῶν γεγενημένων οὐκέτι χαλεπῶς ἔχειν ἔφασκε. καὶ Νάθας μὲν ταῦτα τῷ βασιλεῖ προφητεύσας οἴκαδε ἐπανῆλθε.