Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

114 ἐλθὼν δʼ ὁ Μεμφίβοσθος πρὸς τὸν βασιλέα πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτόν. ὁ δὲ Δαυίδης θαρρεῖν τε προυτρέπετο καὶ τὰ βελτίω προσδοκᾶν· δίδωσι δʼ αὐτῷ καὶ τὸν πατρῷον οἶκον καὶ πᾶσαν τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ Σαοῦλος ἐκτήσατο, σύσσιτόν τε καὶ ὁμοτράπεζον ἐκέλευσεν εἶναι καὶ μηδεμίαν ἡμέραν ἀπολείπεσθαι τῆς σὺν αὐτῷ διαίτης.
115 τοῦ δὲ παιδὸς προσκυνήσαντος ἐπί τε τοῖς λόγοις καὶ ταῖς δωρεαῖς, καλέσας τὸν Σιβὰν τὸν πατρῷον οἶκον ἔλεγε δεδωρῆσθαι τῷ παιδὶ καὶ πᾶσαν τὴν Σαούλου κτῆσιν, αὐτόν τε ἐκέλευσεν ἐργαζόμενον αὐτοῦ τὴν γῆν καὶ προνοούμενον ἁπάντων τὴν πρόσοδον εἰς Ἱεροσόλυμα κομίζειν, ἄγειν τε αὐτὸν καθʼ ἑκάστην ἡμέραν ἐπὶ τὴν αὐτοῦ τράπεζαν αὐτὸν Σιβὰν καὶ τοὺς υἱοὺς αὐτοῦ, ἦσαν δʼ οὗτοι πεντεκαίδεκα, καὶ τοὺς οἰκέτας αὐτοῦ τὸν ἀριθμὸν ὄντας εἴκοσι τῷ παιδὶ χαρίζεται Μεμφιβόσθῳ.
116 ταῦτα διαταξαμένου τοῦ βασιλέως ὁ μὲν Σιβὰς προσκυνήσας καὶ πάντα ποιήσειν εἰπὼν ἀνεχώρησεν, ὁ δὲ Ἰωνάθου παῖς ἐν Ἱεροσολύμοις κατῴκει συνεστιώμενος τῷ βασιλεῖ καὶ πάσης ὡς υἱὸς αὐτοῦ θεραπείας τυγχάνων· ἐγένετο δʼ αὐτῷ καὶ παῖς, ὃν Μίχανον προσηγόρευσε.
117 Καὶ οἱ μὲν περιλειφθέντες ἐκ τοῦ Σαούλου γένους καὶ Ἰωνάθου τούτων ἔτυχον παρὰ Δαυίδου τῶν τιμῶν. τελευτήσαντος δὲ κατʼ ἐκεῖνον τὸν χρόνον τοῦ τῶν Ἀμμανιτῶν βασιλέως Ναάσου, φίλος δʼ ἦν οὗτος αὐτῷ, καὶ διαδεξαμένου τὴν βασιλείαν Ἀννὼν τοῦ παιδός, πέμψας Δαυίδης πρὸς αὐτὸν παρεμυθήσατο πρᾴως τε φέρειν ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς παραινῶν καὶ τὴν αὐτὴν φιλίαν διαμενεῖν, ἣ πρὸς ἐκεῖνον ἦν, τούτῳ προσδοκᾶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi