Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 7

48 μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν ᾧ συνέβαινε κατακεκοιμῆσθαι τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν.
49 καὶ τὴν κεφαλὴν ἀποτεμόντες καὶ διʼ ὅλης νυκτὸς καὶ ἡμέρας ποιησάμενοι τὴν πορείαν, ὡς ἂν φεύγοντες ἐκ τῶν ἠδικημένων πρὸς τὸν ληψόμενόν τε τὴν χάριν καὶ παρέξοντα τὴν ἀσφάλειαν, εἰς Γιβρῶνα παρεγένοντο· καὶ τὴν κεφαλὴν ἐπιδείξαντες τῷ Δαυίδῃ τὴν Ἰεβώσθου συνίστων αὑτοὺς ὡς εὔνους καὶ τὸν ἐχθρὸν αὐτοῦ καὶ τῆς βασιλείας ἀνταγωνιστὴν ἀνῃρηκότας.
50 ὁ δʼ οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον, ἀλλʼ εἰπών, ὦ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι;
51 ἦ μεταβεβλῆσθαί με καὶ μηκέτʼ εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις, ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi