Kitap 6
ὁ δὲ τὰ δῶρα δεξάμενος ἀλλά σε, φησίν, ὦ γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον· οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον τὸν Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς ἕως τετραπόδου πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμὸν κηδομένου σου θεοῦ. ἀλλὰ Νάβαλος μὲν κἂν ἀφεθῇ διὰ σὲ νῦν τῆς τιμωρίας οὐ φεύξεται τὴν δίκην, ἀλλʼ ὁ τρόπος αὐτὸν ἀπολεῖ λαβὼν αἰτίαν ἄλλην.
Ταῦτʼ εἰπὼν ἀπολύει τὴν γυναῖκα· ἡ δʼ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δὲ ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπʼ αὐτοῖς λύπης ἐποίησε· καὶ δέκα οὐ πλείους ἐπιζήσας ἡμέρας τὸν βίον κατέστρεψεν ὁ Νάβαλος.
ἀκούσας δʼ αὐτοῦ τὴν τελευτὴν ὁ Δαυίδης ἐκδικηθῆναι μὲν αὑτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν· ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν· ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντος, διδόντος δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ὀξεῖαν ἐπιφέροντος τὴν ποινήν.
πέμψας δʼ αὐτοῦ πρὸς τὴν γυναῖκα συνοικήσουσαν καὶ γαμηθησομένην ἐκάλει πρὸς αὑτόν· ἡ δὲ ἀναξία μὲν εἶναι καὶ ποδῶν ἅψασθαι τῶν ἐκείνου πρὸς τοὺς παρόντας ἔλεγεν, ὅμως δὲ μετὰ πάσης τῆς θεραπείας ἧκε. καὶ συνῴκησε μὲν αὐτῷ ταύτην λαβοῦσα τὴν τιμὴν καὶ διὰ τὸ τὸν τρόπον σώφρονα εἶναι καὶ δίκαιον, τυχοῦσα δʼ αὐτῆς καὶ διὰ τὸ κάλλος.
εἶχε δὲ Δαυίδης γυναῖκα πρότερον, ἣν ἐξ Ἀβισάρου πόλεως ἔγημε· Μελχὰν δὲ τὴν Σαούλου τοῦ βασιλέως θυγατέρα τὴν γενομένην τοῦ Δαυίδου γυναῖκα ὁ πατὴρ τῷ Φελτίῳ υἱῷ Λίσου συνέζευξεν ἐκ πόλεως ὄντι Γεθλᾶς.
Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν ὁ Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. ὁ δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπʼ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ.
Δαυίδης δὲ ἀκούσας τὸν Σαοῦλον ἐπʼ αὐτὸν ἥκοντα πέμψας κατασκόπους ἐκέλευσε δηλοῦν αὐτῷ, ποῦ τῆς χώρας Σαοῦλος ἤδη προεληλύθοι. τῶν δʼ ἐν Σίκελλα φρασάντων διανυκτερεύειν διαλαθὼν τοὺς ἰδίους εἰς τὸ τοῦ Σαούλου στρατόπεδον παραγίνεται ἐπαγόμενος τὸν ἐκ τῆς ἀδελφῆς αὐτοῦ Σαρουίας Ἀβισαῖον καὶ Ἀβιμέλεχον τὸν Χετταῖον.
τοῦ δὲ Σαούλου κοιμωμένου καὶ περὶ αὐτὸν ἐν κύκλῳ τῶν ὁπλιτῶν καὶ τοῦ στρατηγοῦ Ἀβενήρου κειμένων, ὁ Δαυίδης εἰσελθὼν εἰς τὸ στρατόπεδον τὸ τοῦ βασιλέως οὔτʼ αὐτὸς ἀναιρεῖ τὸν Σαοῦλον ἐπιγνοὺς αὐτοῦ τὴν κοίτην ἐκ τοῦ δόρατος, τοῦτο γὰρ αὐτῷ παρεπεπήγει, οὔτε τὸν Ἀβισαῖον βουλόμενον φονεῦσαι καὶ πρὸς τοῦτο ὡρμηκότα εἴασεν, ἀλλὰ τὸν ὑπὸ τοῦ θεοῦ κεχειροτονημένον βασιλέα φήσας εἶναι δεινὸν ἀποκτεῖναι κἂν ᾖ πονηρός, ἥξειν γὰρ αὐτῷ παρὰ τοῦ δόντος τὴν ἀρχὴν σὺν χρόνῳ τὴν δίκην, ἐπέσχε τῆς ὁρμῆς.
σύμβολον δὲ τοῦ κτεῖναι δυνηθεὶς ἀποσχέσθαι λαβὼν αὐτοῦ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, ὃς ἦν παρʼ αὐτῷ κείμενος τῷ Σαούλῳ, μηδενὸς αἰσθομένου τῶν ἐν τῷ στρατοπέδῳ πάντων δὲ κατακοιμωμένων ἐξῆλθεν, ἀδεῶς πάντʼ ἐργασάμενος, ὅσα καὶ τοῦ καιροῦ δόντος αὐτῷ καὶ τῆς τόλμης διέθηκε τοὺς τοῦ βασιλέως.
διαβὰς δὲ τὸν χείμαρρον καὶ ἐπὶ τὴν κορυφὴν ἀνελθὼν τοῦ ὄρους, ὅθεν ἔμελλεν ἐξάκουστος εἶναι, ἐμβοήσας τοῖς στρατιώταις τοῦ Σαούλου καὶ τῷ στρατηγῷ Ἀβενήρῳ διανίστησιν αὐτὸν ἀπὸ τοῦ ὕπνου τοῦτόν τε ἐφώνει καὶ τὸν λαόν. ἐπακούσαντος δὲ τοῦ στρατηγοῦ καὶ τίς ὁ καλέσας αὐτόν ἐστιν ἐρομένου Δαυίδης εἶπεν·
ἐγώ, παῖς μὲν Ἰεσσαίου, φυγὰς δὲ ὑμέτερος. ἀλλὰ τί δήποτε μέγας τε ὢν καὶ τὴν πρώτην ἔχων παρὰ τῷ βασιλεῖ τιμὴν οὕτως ἀμελῶς τὸ τοῦ δεσπότου φυλάσσεις σῶμα, καὶ ὕπνος ἡδίων ἐστί σοι τῆς τούτου σωτηρίας καὶ προνοίας; θανάτου γὰρ ἄξια ταῦτα καὶ τιμωρίας, οἵ γε μικρὸν ἔμπροσθεν εἰσελθόντας τινὰς ὑμῶν εἰς τὸ στρατόπεδον οὐκ ἐνοήσατε. ζήτησον οὖν τὸ δόρυ τοῦ βασιλέως καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ μαθήσῃ, πηλίκον ὑμᾶς ἔλαθε κακὸν ἐντὸς γενόμενον. Σαοῦλος δὲ γνωρίσας τὴν τοῦ Δαυίδου φωνὴν καὶ μαθών,
ὅτι λαβὼν αὐτὸν ἔκδοτον ὑπὸ τοῦ ὕπνου καὶ τῆς τῶν φυλασσόντων ἀμελείας οὐκ ἀπέκτεινεν, ἀλλʼ ἐφείσατο δικαίως ἂν αὐτὸν ἀνελών, χάριν ἔχειν αὐτῷ τῆς σωτηρίας ἔλεγε καὶ παρεκάλει θαρροῦντα καὶ μηδὲν ἔτι πείσεσθαι δεινὸν ἐξ αὐτοῦ φοβούμενον ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα·
πεπεῖσθαι γάρ, ὅτι μηδʼ αὐτὸν οὕτως ἀγαπήσειεν, ὡς ὑπʼ ἐκείνου στέργεται· ὃς τὸν μὲν φυλάττειν αὐτὸν δυνάμενον καὶ πολλὰ δείγματα τῆς εὐνοίας παρεσχημένον ἐλαύνοι καὶ τοσοῦτον ἐν φυγῇ χρόνον καὶ ταῖς περὶ τὴν ψυχὴν ἀγωνίαις ἠνάγκασε ζῆσαι φίλων καὶ συγγενῶν ἔρημον· αὐτὸς δʼ οὐ παύεται ὑπʼ αὐτοῦ σωζόμενος, οὐδὲ τὴν ψυχὴν φανερῶς ἀπολλυμένην λαμβάνων.
ὁ δὲ Δαυίδης πέμψαντα ἀπολαβεῖν ἐκέλευσε τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἐπειπών, ὡς ὁ θεὸς ἑκατέρῳ τῆς ἰδίας φύσεως καὶ τῶν κατʼ αὐτὴν πεπραγμένων ἔσται δικαστής, ὃς ὅτι καὶ κατὰ τὴν παροῦσαν ἡμέραν ἀποκτεῖναί σε δυνηθεὶς ἀπεσχόμην οἶδε.
Καὶ Σαοῦλος μὲν δεύτερον διαφυγὼν τὰς Δαυίδου χεῖρας εἰς τὰ βασίλεια καὶ τὴν οἰκείαν ἀπηλλάσσετο, φοβηθεὶς δὲ Δαυίδης, μὴ μένων αὐτόθι συλληφθῇ ὑπὸ τοῦ Σαούλου, συμφέρειν ἔκρινεν εἰς τὴν Παλαιστίνην ἀναβὰς διατρίβειν ἐν αὐτῇ, καὶ μετὰ τῶν ἑξακοσίων, οἳ περὶ αὐτὸν ἦσαν παραγίνεται πρὸς Ἀγχοῦν τὸν Γίττης βασιλέα· μία δʼ ἦν αὕτη τῶν πέντε πόλεων.
δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως σὺν τοῖς ἀνδράσι καὶ δόντος οἰκητήριον ἔχων ἅμα καὶ τὰς δύο γυναῖκας Ἀχιμὰν καὶ Ἀβιγαίαν διῆγεν ἐν τῇ Γίττῃ. Σαούλῳ δὲ ταῦτʼ ἀκούσαντι λόγος οὐκέτʼ ἦν πέμπειν ἐπʼ αὐτὸν ἢ βαδίζειν· δὶς γὰρ ἤδη κινδυνεῦσαι παρὰ μικρὸν ἐπʼ ἐκείνῳ γενόμενον συλλαβεῖν αὐτὸν σπουδάσαντα.
Δαυίδῃ δʼ οὐκ ἔδοξεν ἐν τῇ πόλει τῶν Γιττῶν μένειν, ἀλλʼ ἐδεήθη τοῦ βασιλέως αὐτῶν, ἵνʼ ἐπειδὴ φιλανθρώπως αὐτὸν ὑπεδέξατο καὶ τοῦτο χαρίσηται, τόπον τινὰ τῆς χώρας δοὺς αὐτῷ πρὸς κατοίκησιν· αἰδεῖσθαι γὰρ διατρίβων ἐν τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι.
δίδωσι δὲ Ἀγχοῦς αὐτῷ κώμην τινὰ Σέκελλαν καλουμένην, ἣν βασιλεύσας ὁ Δαυίδης ἀγαπῶν ἴδιον κτῆμα ἐτίμησεν εἶναι καὶ οἱ παῖδες αὐτοῦ. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις δηλώσομεν· ὁ δὲ χρόνος, ὃν κατῴκησε Δαυίδης ἐν Σεκέλλα τῆς Παλαιστίνης, ἐγένετο μῆνες τέσσαρες πρὸς ταῖς εἴκοσιν ἡμέραις.
ἐπερχόμενος δὲ λάθρα τοῖς πλησιοχώροις τῶν Παλαιστίνων Σερρίταις καὶ Ἀμαληκίταις διήρπαζεν αὐτῶν τὴν χώραν καὶ λείαν πολλὴν κτηνῶν καὶ καμήλων λαμβάνων ὑπέστρεφεν· ἀνθρώπων γὰρ ἀπείχετο δεδιὼς μὴ καταμηνύσωσιν αὐτὸν πρὸς Ἀγχοῦν τὸν βασιλέα, τὸ μέντοι γε τῆς λείας μέρος αὐτῷ δωρεὰν ἔπεμπε.
τοῦ δὲ βασιλέως πυθομένου, τίσιν ἐπιθέμενος τὴν λείαν ἀπήλασε; τοῖς πρὸς τὸν νότον τῶν Ἰουδαίων τετραμμένοις καὶ ἐν τῇ πεδιάδι κατοικοῦσιν εἰπὼν πείθει τὸν Ἀγχοῦν φρονῆσαι οὕτως· ἤλπισε γὰρ οὗτος, ὅτι Δαυίδης ἐμίσησε τὸ ἴδιον ἔθνος, καὶ δοῦλον ἕξειν παρʼ ὃν ζῇ χρόνον ἐν τοῖς αὐτοῦ καταμένοντα.
Κατὰ δὲ τὸν αὐτὸν καιρὸν τῶν Παλαιστίνων ἐπὶ τοὺς Ἰσραηλίτας στρατεύειν διεγνωκότων καὶ περιπεμψάντων πρὸς τοὺς συμμάχους ἅπαντας, ἵνα παρῶσιν αὐτοῖς εἰς τὸν πόλεμον εἰς Ῥεγάν, ἔνθεν ἔμελλον ἀθροισθέντες ἐξορμᾶν ἐπὶ τοὺς Ἑβραίους, ὁ τῶν Γιττῶν βασιλεὺς Ἀγχοῦς συμμαχῆσαι τὸν Δαυίδην αὐτῷ μετὰ τῶν ἰδίων ὁπλιτῶν ἐκέλευσε.
τοῦ δὲ προθύμως ὑποσχομένου καὶ φήσαντος παραστῆναι καιρόν, ἐν ᾧ τὴν ἀμοιβὴν αὐτῷ τῆς εὐεργεσίας καὶ τῆς ξενίας ἀποδώσει, ποιήσειν αὐτὸν καὶ φύλακα τοῦ σώματος μετὰ τὴν νίκην καὶ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς πολεμίους κατὰ νοῦν χωρήσαντας αὐτοῖς ἐπηγγείλατο, τῆς τιμῆς καὶ πίστεως ὑποσχέσει τὸ πρόθυμον αὐτοῦ μᾶλλον αὔξων.
Ἔτυχε δὲ Σαοῦλος ὁ τῶν Ἑβραίων βασιλεὺς τοὺς μάντεις καὶ τοὺς ἐγγαστριμύθους καὶ πᾶσαν τὴν τοιαύτην τέχνην ἐκ τῆς χώρας ἐκβεβληκὼς ἔξω τῶν προφητῶν. ἀκούσας δὲ τοὺς Παλαιστίνους ἤδη παρόντας καὶ ἔγγιστα Σούνης πόλεως ἐν τῷ πεδίῳ ἐστρατοπεδευκότας ἐξώρμησεν ἐπʼ αὐτοὺς μετὰ τῆς δυνάμεως.
καὶ παραγενόμενος πρὸς ὄρει τινὶ Γελβουὲ καλουμένῳ βάλλεται στρατόπεδον ἀντικρὺ τῶν πολεμίων. ταράττει δʼ αὐτὸν οὐχ ὡς ἔτυχεν ἡ τῶν ἐχθρῶν δύναμις πολλή τε οὖσα καὶ τῆς οἰκείας κρείττων ὑπονοουμένη, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν ἐρωτᾷ περὶ τῆς μάχης καὶ τοῦ περὶ ταύτην ἐσομένου τέλους προειπεῖν.
οὐκ ἀποκρινομένου δὲ τοῦ θεοῦ ἔτι μᾶλλον ὁ Σαοῦλος κατέδεισε καὶ τὴν ψυχὴν ἀνέπεσε, τὸ κακὸν οἷον εἰκὸς οὐ παρόντος αὐτῷ κατὰ χεῖρα τοῦ θείου προορώμενος. ζητηθῆναι δʼ αὑτῷ κελεύει γύναιόν τι τῶν ἐγγαστριμύθων καὶ τῶν τεθνηκότων ψυχὰς ἐκκαλουμένων ὡς οὕτως γνωσομένῳ, ποῖ χωρεῖν αὐτῷ μέλλει τὰ πράγματα·
τὸ γὰρ τῶν ἐγγαστριμύθων γένος ἀνάγον τὰς τῶν νεκρῶν ψυχὰς διʼ αὐτῶν προλέγει τοῖς δεομένοις τὰ ἀποβησόμενα. μηνυθέντος δʼ αὐτῷ παρά τινος τῶν οἰκετῶν εἶναί τι γύναιον τοιοῦτον ἐν πόλει Δώρῳ, λαθὼν πάντας τοὺς ἐν τῷ στρατοπέδῳ καὶ μετεκδὺς τὴν βασιλικὴν ἐσθῆτα δύο παραλαβὼν οἰκέτας, οὓς ᾔδει πιστοτάτους ἄνδρας, ἧκεν εἰς τὴν Δῶρον πρὸς τὴν γυναῖκα καὶ παρεκάλει μαντεύεσθαι καὶ ἀνάγειν αὐτῷ ψυχὴν οὗπερ ἂν αὐτὸς εἴπῃ.
τῆς δὲ γυναικὸς ἀπομαχομένης καὶ λεγούσης οὐ καταφρονήσειν τοῦ βασιλέως, ὃς τοῦτο τὸ γένος τῶν μάντεων ἐξήλασεν, οὐδʼ αὐτὸν δὲ ποιεῖν καλῶς ἀδικηθέντα μηδὲν ὑπʼ αὐτῆς, ἐνεδρεύοντα δὲ εἰς τὰ κεκωλυμένα λαβεῖν αὐτὴν ἵνα δῷ δίκην, ὤμοσε μηδένα γνώσεσθαι μηδὲ παρʼ ἄλλον ἄγειν αὐτῆς τὴν μαντείαν, ἔσεσθαι δʼ ἀκίνδυνον.
ὡς δὲ τοῖς ὅρκοις αὐτὴν ἔπεισε μὴ δεδιέναι, κελεύει τὴν Σαμουήλου ψυχὴν ἀναγαγεῖν αὐτῷ. ἡ δʼ ἀγνοοῦσα τὸν Σαμουῆλον ὅστις ἦν καλεῖ τοῦτον ἐξ ᾅδου· φανέντος δʼ αὐτοῦ θεασάμενον τὸ γύναιον ἄνδρα σεμνὸν καὶ θεοπρεπῆ ταράττεται, καὶ πρὸς τὴν ὄψιν ἐκπλαγέν, οὐ σύ, φησίν, ὁ βασιλεὺς εἶ Σαοῦλος; ἐδήλωσε γὰρ αὐτὸν Σαμουῆλος.
ἐπινεύσαντος δʼ ἐκείνου καὶ τὴν ταραχὴν αὐτῆς ἐρομένου πόθεν γένοιτο, βλέπειν εἶπεν ἀνελθόντα τῷ θεῷ τινα τὴν μορφὴν ὅμοιον. τοῦ δὲ τὴν εἰκόνα φράζειν εἰπόντος καὶ τὸ σχῆμα τοῦ θεαθέντος καὶ τὴν ἡλικίαν κελεύσαντος γέροντα μὲν ἤδη καὶ ἔνδοξον ἐσήμαινεν, ἱερατικὴν δὲ περικείμενον διπλοΐδα.
ἐγνώρισεν ἐκ τούτων ὁ βασιλεὺς τὸν Σαμουῆλον ὄντα καὶ πεσὼν ἐπὶ τὴν γῆν ἠσπάζετο καὶ προσεκύνησε· τῆς δὲ Σαμουήλου ψυχῆς πυθομένης, διὰ τί κινήσειεν αὐτὴν καὶ ἀναχθῆναι ποιήσειεν ἀνάγκην, ἀπωδύρετο τοὺς πολεμίους ἐπικεῖσθαι βαρεῖς αὐτῷ, αὐτὸν δὲ ἀμηχανεῖν τοῖς παροῦσιν ἐγκαταλελειμμένον ὑπὸ τοῦ θεοῦ καὶ μηδὲ προρρήσεως τυγχάνοντα μήτε διὰ προφητῶν μήτε διʼ ὀνειράτων καὶ διὰ τοῦτο ἐπὶ σὲ τὸν ἐμοῦ προνοησόμενον κατέφυγον.
Σαμουῆλος δὲ τέλος αὐτὸν ἔχοντα ἤδη τῆς μεταβολῆς ὁρῶν περισσὸν μέν, εἶπεν, ἔτι καὶ παρʼ ἐμοῦ βούλεσθαι μαθεῖν τοῦ θεοῦ καταλελοιπότος αὐτόν· ἄκουέ γε μήν, ὅτι βασιλεῦσαι δεῖ Δαυίδην καὶ κατορθῶσαι τὸν πόλεμον, σὲ δὲ καὶ τὴν ἀρχὴν καὶ τὴν ζωὴν
ἀπολέσαι τοῦ θεοῦ παρακούσαντα ἐν τῷ πρὸς Ἀμαληκίτας πολέμῳ καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ φυλάξαντα, καθὼς προεφήτευσά σοι καὶ ζῶν. ἴσθι τοίνυν καὶ τὸν λαὸν ὑποχείριον τοῖς ἐχθροῖς γενησόμενον καὶ σαυτὸν μετὰ τῶν τέκνων αὔριον πεσόντα ἐπὶ τῆς μάχης μετʼ ἐμοῦ γενησόμενον.
Ταῦτʼ ἀκούσας Σαοῦλος ἄφωνος ὑπὸ λύπης ἐγένετο καὶ κατενεχθεὶς εἰς τοὔδαφος, εἴτε διὰ τὴν προσπεσοῦσαν ἐκ τῶν δεδηλωμένων ὀδύνην, εἴτε διὰ τὴν ἔνδειαν, οὐ γὰρ προσενήνεκτο τροφὴν τῇ παρελθούσῃ ἡμέρᾳ τε καὶ νυκτί, ῥᾳδίως ἔκειτο νέκυς ὥς τις.
μόλις δὲ ἑαυτοῦ γενόμενον συνηνάγκασεν ἡ γυνὴ γεύσασθαι ταύτην αἰτουμένη παρʼ αὐτοῦ τὴν χάριν ἀντὶ τῆς παραβόλου μαντείας, ἣν οὐκ ἐξὸν αὐτῇ ποιήσασθαι διὰ τὸν ἐξ αὐτοῦ φόβον ἀγνοουμένου τίς ἦν, ὅμως ὑπέστη καὶ παρέσχεν. ἀνθʼ ὧν παρεκάλει τράπεζάν τε αὐτῷ παραθεῖναι καὶ τροφήν, ὡς ἂν τὴν ἰσχὺν συλλεξάμενος εἰς τὸ τῶν οἰκείων ἀποσωθῇ στρατόπεδον· ἀντέχοντα δὲ καὶ τελέως ἀπεστραμμένον ὑπὸ ἀθυμίας ἐβιάσατο καὶ συνέπεισεν.
ἔχουσα δὲ μόσχον ἕνα συνήθη καὶ τῆς κατʼ οἶκον ἐπιμελείας καὶ τροφῆς ἀξιούμενον ὑπʼ αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησι. καὶ Σαοῦλος μὲν διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον.
Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρʼ ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπʼ αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτε ἐν συνηθείᾳ γεγενημένον,
ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς ἃ διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθʼ ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χάριν μέλλουσαν θηρωμένη, τελευτήσοντα γὰρ αὐτὸν ἠπίστατο, φύσει τῶν ἀνθρώπων ἢ πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, ἢ παρʼ ὧν ἂν δύνωνται λαβεῖν ὄφελος τούτους προθεραπευόντων.
καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδʼ ἐφʼ ᾧ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν τῶν ἀγαθῶν ἕξομεν. καὶ τὰ μὲν περὶ τῆς γυναικὸς ἐν τοσούτοις ἀρκεῖ δεδηλῶσθαι·
τὸν δὲ πόλεσι καὶ δήμοις καὶ ἔθνεσι συμφέροντα λόγον καὶ προσήκοντα τοῖς ἀγαθοῖς, ὑφʼ οὗ προαχθήσονται πάντες ἀρετὴν διώξειν καὶ ζηλοῦν δόξαν καὶ μνήμην αἰώνιον παρασχεῖν δυνησόμενον, ποιήσομαι, πολλὴν καὶ βασιλεῦσιν ἐθνῶν καὶ ἄρχουσι πόλεων ἐπιθυμίαν καὶ σπουδὴν τῶν καλῶν ἐνθήσοντα, καὶ πρός τε κινδύνους καὶ τὸν ὑπὲρ τῶν πατρίδων θάνατον προτρεψόμενον, καὶ πάντων καταφρονεῖν διδάξοντα τῶν δεινῶν.
ἔχω δʼ αἰτίαν τοῦ λόγου τούτου Σαοῦλον τὸν τῶν Ἑβραίων βασιλέα· οὗτος γὰρ καίπερ εἰδὼς τὰ συμβησόμενα καὶ τὸν ἐπικείμενον θάνατον τοῦ προφήτου προειρηκότος οὐκ ἔγνω φυγεῖν αὐτὸν οὐδὲ φιλοψυχήσας προδοῦναι μὲν τοὺς οἰκείους τοῖς πολεμίοις καθυβρίσαι δὲ τὸ τῆς βασιλείας ἀξίωμα,