Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

319 Καὶ Σαοῦλος μὲν δεύτερον διαφυγὼν τὰς Δαυίδου χεῖρας εἰς τὰ βασίλεια καὶ τὴν οἰκείαν ἀπηλλάσσετο, φοβηθεὶς δὲ Δαυίδης, μὴ μένων αὐτόθι συλληφθῇ ὑπὸ τοῦ Σαούλου, συμφέρειν ἔκρινεν εἰς τὴν Παλαιστίνην ἀναβὰς διατρίβειν ἐν αὐτῇ, καὶ μετὰ τῶν ἑξακοσίων, οἳ περὶ αὐτὸν ἦσαν παραγίνεται πρὸς Ἀγχοῦν τὸν Γίττης βασιλέα· μία δʼ ἦν αὕτη τῶν πέντε πόλεων.
320 δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως σὺν τοῖς ἀνδράσι καὶ δόντος οἰκητήριον ἔχων ἅμα καὶ τὰς δύο γυναῖκας Ἀχιμὰν καὶ Ἀβιγαίαν διῆγεν ἐν τῇ Γίττῃ. Σαούλῳ δὲ ταῦτʼ ἀκούσαντι λόγος οὐκέτʼ ἦν πέμπειν ἐπʼ αὐτὸν ἢ βαδίζειν· δὶς γὰρ ἤδη κινδυνεῦσαι παρὰ μικρὸν ἐπʼ ἐκείνῳ γενόμενον συλλαβεῖν αὐτὸν σπουδάσαντα.
321 Δαυίδῃ δʼ οὐκ ἔδοξεν ἐν τῇ πόλει τῶν Γιττῶν μένειν, ἀλλʼ ἐδεήθη τοῦ βασιλέως αὐτῶν, ἵνʼ ἐπειδὴ φιλανθρώπως αὐτὸν ὑπεδέξατο καὶ τοῦτο χαρίσηται, τόπον τινὰ τῆς χώρας δοὺς αὐτῷ πρὸς κατοίκησιν· αἰδεῖσθαι γὰρ διατρίβων ἐν τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι.
322 δίδωσι δὲ Ἀγχοῦς αὐτῷ κώμην τινὰ Σέκελλαν καλουμένην, ἣν βασιλεύσας ὁ Δαυίδης ἀγαπῶν ἴδιον κτῆμα ἐτίμησεν εἶναι καὶ οἱ παῖδες αὐτοῦ. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις δηλώσομεν· ὁ δὲ χρόνος, ὃν κατῴκησε Δαυίδης ἐν Σεκέλλα τῆς Παλαιστίνης, ἐγένετο μῆνες τέσσαρες πρὸς ταῖς εἴκοσιν ἡμέραις.
323 ἐπερχόμενος δὲ λάθρα τοῖς πλησιοχώροις τῶν Παλαιστίνων Σερρίταις καὶ Ἀμαληκίταις διήρπαζεν αὐτῶν τὴν χώραν καὶ λείαν πολλὴν κτηνῶν καὶ καμήλων λαμβάνων ὑπέστρεφεν· ἀνθρώπων γὰρ ἀπείχετο δεδιὼς μὴ καταμηνύσωσιν αὐτὸν πρὸς Ἀγχοῦν τὸν βασιλέα, τὸ μέντοι γε τῆς λείας μέρος αὐτῷ δωρεὰν ἔπεμπε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi