Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

303 διὸ συγγίνωσκέ μοι, φησί, καὶ τῷ θεῷ χάριν ἔχε κωλύοντί σε μιανθῆναι ἀνθρωπίνῳ αἵματι· μένοντα γάρ σε καθαρὸν ἐκεῖνος αὐτὸς ἐκδικήσει παρὰ τῶν πονηρῶν· ἃ γὰρ ἐκδέχεται κακὰ Νάβαλον ταῦτα καὶ ταῖς τῶν ἐχθρῶν σου κεφαλαῖς ἐμπέσοι.
304 γενοῦ δὲ εὐμενής μοι κρίνας ἀξίαν τοῦ παρʼ ἐμοῦ ταῦτα δέξασθαι, καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὴν ἐπὶ τὸν ἄνδρα μου καὶ τὸν οἶκον αὐτοῦ εἰς τὴν ἐμὴν τιμὴν ἄφες· πρέπει γὰρ ἡμέρῳ σοι καὶ φιλανθρώπῳ τυγχάνειν, καὶ ταῦτα μέλλοντι βασιλεύειν.
305 ὁ δὲ τὰ δῶρα δεξάμενος ἀλλά σε, φησίν, ὦ γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον· οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον τὸν Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς ἕως τετραπόδου πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμὸν κηδομένου σου θεοῦ. ἀλλὰ Νάβαλος μὲν κἂν ἀφεθῇ διὰ σὲ νῦν τῆς τιμωρίας οὐ φεύξεται τὴν δίκην, ἀλλʼ ὁ τρόπος αὐτὸν ἀπολεῖ λαβὼν αἰτίαν ἄλλην.
306 Ταῦτʼ εἰπὼν ἀπολύει τὴν γυναῖκα· ἡ δʼ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δὲ ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπʼ αὐτοῖς λύπης ἐποίησε· καὶ δέκα οὐ πλείους ἐπιζήσας ἡμέρας τὸν βίον κατέστρεψεν ὁ Νάβαλος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi