Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

182 λέοντα γὰρ ἐπελθόντα μού ποτε τοῖς ποιμνίοις καὶ ἁρπάσαντα ἄρνα διώξας καταλαμβάνω καὶ τὸν μὲν ἄρνα τοῦ στόματος ἐξαρπάζω τοῦ θηρὸς, αὐτὸν δʼ ὁρμήσαντα ἐπʼ ἐμὲ τῆς οὐρᾶς βαστάσας καὶ προσρήξας τῇ γῇ διαφθείρω.
183 ταὐτὸ δὲ καὶ ἄρκον ἀμυνόμενος διατίθεμαι. νομιζέσθω δὴ καὶ ὁ πολέμιος ἐκείνων εἶναι τῶν θηρίων ὀνειδίζων ἐκ πολλοῦ τὴν στρατιὰν καὶ βλασφημῶν ἡμῶν τὸν θεὸν, ὃς αὐτὸν ὑποχείριον ἐμοὶ θήσει.
184 Τῇ προθυμίᾳ τοιγαροῦν καὶ τῇ τόλμῃ τοῦ παιδὸς ὅμοιον γενέσθαι τέλος παρὰ τοῦ θεοῦ Σαοῦλος εὐξάμενος ἄπιθι, φησί πρὸς τὴν μάχην. καὶ περιθεὶς αὐτῷ τὸν αὑτοῦ θώρακα καὶ περιζώσας τὸ ξίφος καὶ περικεφαλαίαν ἁρμόσας ἐξέπεμψεν.
185 ὁ δὲ Δαβίδης βαρυνόμενος ὑπὸ τῶν ὅπλων, οὐκ ἐγεγύμναστο γὰρ οὐδʼ ἐμεμαθήκει φέρειν ὅπλα, ταῦτα μέν, εἶπεν, ὦ βασιλεῦ, σὸς ἔστω κόσμος τοῦ βαστάζειν δυναμένου, συγχώρησον δὲ ὡς δούλῳ σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι. τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο.
186 καταφρονεῖ δὲ οὕτως ἰδὼν αὐτὸν ὁ πολέμιος ἐρχόμενον καὶ προσέσκωψεν, ὡς οὐχ οἷα πρὸς ἄνθρωπον ὅπλα νενόμισται ταῦτʼ ἔχων μέλλοι μάχεσθαι, οἷς δὲ κύνας ἀπελαύνομεν καὶ φυλασσόμεθα. μὴ αὐτὸν ἀντὶ ἀνθρώπου κύνα εἶναι δοκεῖ; ὁ δʼ οὐχὶ τοιοῦτον ἀλλὰ καὶ χείρω κυνὸς αὐτὸν νομίζειν ἀπεκρίνατο. κινεῖ δὲ πρὸς ὀργὴν τὸν Γολίαθον, καὶ ἀρὰς αὐτῷ τίθεται ἐκ τῆς προσηγορίας τοῦ θεοῦ καὶ δώσειν ἠπείλησε τὰς σάρκας αὐτοῦ τοῖς ἐπιγείοις καὶ τοῖς μεταρσίοις διασπάσασθαι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi