Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

4 ἐν δὴ τούτοις ὄντες τοῖς κακοῖς οἱ Ἀζώτιοι καὶ πρὸς τὰς συμφορὰς ἀντέχειν οὐ δυνάμενοι συνῆκαν ἐκ τῆς κιβωτοῦ ταύτας αὐτοῖς ἀνασχεῖν, καὶ τὴν νίκην καὶ τὴν ταύτης αἰχμαλωσίαν οὐκ ἐπʼ ἀγαθῷ γεγενημένην. πέμπουσιν οὖν πρὸς τοὺς Ἀσκαλωνίτας ἀξιοῦντες τὴν κιβωτὸν αὐτοὺς παρὰ σφᾶς δέχεσθαι.
5 τοῖς δὲ οὐκ ἀηδὴς ἡ τῶν Ἀζωτίων δέησις προσέπεσεν, ἀλλʼ ἐπινεύουσι μὲν αὐτοῖς τὴν χάριν, λαβόντες δὲ τὴν κιβωτὸν ἐν τοῖς ὁμοίοις δεινοῖς κατέστησαν· συνεξεκόμισε γὰρ αὑτῇ τὰ τῶν Ἀζωτίων ἡ κιβωτὸς πάθη πρὸς τοὺς ἀπʼ ἐκείνων αὐτὴν δεχομένους· καὶ πρὸς ἄλλους παρʼ αὑτῶν ἀποπέμπουσιν Ἀσκαλωνῖται.
6 μένει δʼ οὐδὲ παρʼ ἐκείνοις· ὑπὸ γὰρ τῶν αὐτῶν παθῶν ἐλαυνόμενοι πρὸς τὰς ἐχομένας ἀπολύουσι πόλεις. καὶ τοῦτον ἐκπεριέρχεται τὸν τρόπον τὰς πέντε τῶν Παλαιστίνων πόλεις ἡ κιβωτὸς ὥσπερ δασμὸν ἀπαιτοῦσα παρʼ ἑκάστης τοῦ πρὸς αὐτὰς ἐλθεῖν ἃ διʼ αὐτὴν ἔπασχον.
7 Ἀπειρηκότες δὲ τοῖς κακοῖς οἱ πεπειραμένοι καὶ τοῖς ἀκούουσιν αὐτὰ διδασκαλία γινόμενοι τοῦ μὴ προσδέξασθαι τὴν κιβωτόν ποτε πρὸς αὑτοὺς ἐπὶ τοιούτῳ μισθῷ καὶ τέλει, τὸ λοιπὸν ἐζήτουν μηχανὴν καὶ πόρον ἀπαλλαγῆς αὐτῆς.
8 καὶ συνελθόντες οἱ ἐκ τῶν πέντε πόλεων ἄρχοντες, Γίττης καὶ Ἀκάρων καὶ Ἀσκάλωνος ἔτι δὲ Γάζης καὶ Ἀζώτου, ἐσκόπουν τί δεῖ ποιεῖν. καὶ τὸ μὲν πρῶτον ἐδόκει τὴν κιβωτὸν ἀποπέμπειν τοῖς οἰκείοις, ὡς ὑπερεκδικοῦντος αὐτὴν τοῦ θεοῦ καὶ συνεπιδημησάντων αὐτῇ τῶν δεινῶν διὰ τοῦτο καὶ συνεισβαλόντων μετʼ ἐκείνης εἰς τὰς πόλεις αὐτῶν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi