Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

arg ιε. ὡς στρατευσαμένων Παλαιστίνων πάλιν ἐπὶ τοὺς Ἑβραίους ἡττήθησαν οἱ Ἑβραῖοι τῇ μάχῃ καὶ ὁ βασιλεὺς αὐτῶν Σαοῦλος ἀπέθανε μετὰ τῶν παίδων μαχόμενος.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
1 Λαβόντες δʼ οἱ Παλαιστῖνοι τὴν τῶν πολεμίων κιβωτὸν αἰχμάλωτον, ὡς προειρήκαμεν μικρὸν ἔμπροσθεν, εἰς Ἄζωτον ἐκόμισαν πόλιν καὶ παρὰ τὸν αὐτῶν θεὸν ὥσπερ τι λάφυρον, Δαγὼν δʼ οὗτος ἐκαλεῖτο, τιθέασι.
2 τῇ δʼ ἐπιούσῃ πάντες ὑπὸ τὴν τῆς ἡμέρας ἀρχὴν εἰσιόντες εἰς τὸν ναὸν προσκυνῆσαι τὸν θεὸν ἐπιτυγχάνουσιν αὐτῷ τοῦτο ποιοῦντι τὴν κιβωτὸν· ἔκειτο γὰρ ἐπʼ αὐτῆς ἀποπεπτωκὼς τῆς βάσεως, ἐφʼ ἧς ἑστὼς διετέλει· καὶ βαστάσαντες πάλιν ἐφιστᾶσιν αὐτὸν ἐπὶ ταύτης δυσφορήσαντες ἐπὶ τῷ γεγενημένῳ. πολλάκις δὲ φοιτῶντες παρὰ τὸν Δαγὼν καὶ καταλαμβάνοντες ὁμοίως ἐπὶ τοῦ προσκυνοῦντος τὴν κιβωτὸν σχήματος κείμενον ἐν ἀπορίᾳ δεινῇ καὶ συγχύσει καθίσταντο.
3 καὶ τελευταῖον ἀπέσκηψεν εἰς τὴν τῶν Ἀζωτίων πόλιν καὶ τὴν χώραν αὐτῶν φθορὰν τὸ θεῖον καὶ νόσον· ἀπέθνησκον γὰρ ὑπὸ δυσεντερίας, πάθους χαλεποῦ καὶ τὴν ἀναίρεσιν ὀξυτάτην ἐπιφέροντος πρὶν ἢ τὴν ψυχὴν αὐτοῖς εὐθανάτως ἀπολυθῆναι τοῦ σώματος, τὰ ἐντὸς ἀναφέροντες ἐξεμοῦντες διαβεβρωμένα καὶ παντοίως ὑπὸ τῆς νόσου διεφθαρμένα· τὰ δʼ ἐπὶ τῆς χώρας μυῶν πλῆθος ἀνελθὸν ἐπὶ τῆς γῆς κατέβλαψε μήτε φυτῶν μήτε καρπῶν ἀποσχόμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi