Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 6

 
ἀλλὰ παραδοὺς αὑτὸν πανοικὶ μετὰ τῶν τέκνων τοῖς κινδύνοις καλὸν ἡγήσατο εἶναι πεσεῖν μετὰ τούτων ὑπὲρ τῶν βασιλευομένων μαχόμενος, καὶ τοὺς παῖδας ἀποθανεῖν μᾶλλον ἀγαθοὺς ὄντας, ἢ καταλιπεῖν ἐπʼ ἀδήλῳ τῷ ποδαποὶ γενήσονται τὸν τρόπον· διάδοχον γὰρ καὶ γένος τὸν ἔπαινον καὶ τὴν ἀγήρω μνήμην ἕξειν.
 
οὗτος οὖν δίκαιος καὶ ἀνδρεῖος καὶ σώφρων ἔμοι γε δοκεῖ μόνος καὶ εἴ τις γέγονε τοιοῦτος ἢ γενήσεται τὴν μαρτυρίαν ἐπʼ ἀρετῇ καρποῦσθαι παρὰ πάντων ἄξιος· τοὺς γὰρ μετʼ ἐλπίδων ἐπὶ πόλεμον ἐξελθόντας ὡς καὶ κρατήσοντας καὶ σῶς ἐπιστρέψοντας, ἐπειδάν τι διαπράξωνται λαμπρόν, οὔ μοι δοκοῦσι καλῶς ποιεῖν ἀνδρείους ἀποκαλοῦντες, ὅσοι περὶ τῶν τοιούτων ἐν ταῖς ἱστορίαις καὶ τοῖς ἄλλοις συγγράμμασιν εἰρήκασιν·
 
ἀλλὰ δίκαιοι μέν εἰσι κἀκεῖνοι τυγχάνειν ἀποδοχῆς, εὔψυχοι δὲ καὶ μεγαλότολμοι καὶ τῶν δεινῶν καταφρονηταὶ μόνοι δικαίως ἂν λέγοιντο πάντες οἱ Σαοῦλον μιμησάμενοι. τὸ μὲν γὰρ οὐκ εἰδότας τί μέλλει συμβήσεσθαι κατὰ τὸν πόλεμον αὐτοῖς μὴ μαλακισθῆναι περὶ αὐτόν, ἀλλʼ ἀδήλῳ τῷ μέλλοντι παραδόντας αὑτοὺς ἐπʼ αὐτοῦ σαλεύειν οὔπω γενναῖον, κἂν ἔργα πολλὰ διαπραξάμενοι τύχωσι·
 
τὸ δὲ μηδὲν ἐν τῇ διανοίᾳ χρηστὸν προσδοκῶντας, ἀλλὰ προειδότας ὡς δεῖ θανεῖν καὶ τοῦτο παθεῖν μαχομένους εἶτα μὴ φοβηθῆναι μηδὲ καταπλαγῆναι τὸ δεινόν, ἀλλʼ ἐπʼ αὐτὸ χωρῆσαι προγινωσκόμενον, τοῦτʼ ἀνδρείου ἀληθῶς τεκμήριον ἐγὼ κρίνω.
 
Σαοῦλος τοίνυν τοῦτο ἐποίησεν ἐπιδείξας ὅτι πάντας μὲν προσήκει τῆς μετὰ τὸν θάνατον εὐφημίας γλιχομένους ταῦτα ποιεῖν, ἐξ ὧν ἂν αὑτοῖς ταύτην καταλείποιεν, μάλιστα δὲ τοὺς βασιλέας, ὡς οὐκ ἐξὸν αὐτοῖς διὰ τὸ μέγεθος τῆς ἀρχῆς οὐ μόνον οὐ κακοῖς εἶναι περὶ τοὺς ἀρχομένους, ἀλλʼ οὐδὲ μετρίως χρηστοῖς.
 
ἔτι τούτων πλείω περὶ Σαούλου καὶ τῆς εὐψυχίας λέγειν ἠδυνάμην ὕλην ἡμῖν χορηγησάσης τῆς ὑποθέσεως, ἀλλʼ ἵνα μὴ φανῶμεν ἀπειροκάλως αὐτοῦ χρῆσθαι τοῖς ἐπαίνοις, ἐπάνειμι πάλιν ἀφʼ ὧν εἰς τούτους ἐξέβην.
 
Κατεστρατοπεδευκότων γὰρ τῶν Παλαιστίνων, ὡς προεῖπον, καὶ κατὰ ἔθνη καὶ βασιλείας καὶ σατραπείας ἐξαριθμούντων τὴν δύναμιν, τελευταῖος βασιλεὺς παρῆλθεν Ἀγχοῦς μετὰ τῆς ἰδίας στρατιᾶς καὶ Δαυίδης μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο.
 
θεασάμενοι δὲ αὐτὸν οἱ στρατηγοὶ τῶν Παλαιστίνων, πόθεν εἴησαν ἥκοντες οἱ Ἑβραῖοι καὶ τίνων καλεσάντων ἠρώτων τὸν βασιλέα. ὁ δὲ Δαυίδην ἔλεγεν εἶναι τὸν φυγόντα Σαοῦλον τὸν ἑαυτοῦ δεσπότην καὶ πρὸς αὐτὸν ἐλθόντα δέξασθαι, καὶ νῦν τῆς χάριτος ἀμοιβὴν ἐκτεῖσαι βουλόμενον καὶ τιμωρήσασθαι τὸν Σαοῦλον συμμαχεῖν αὐτοῖς.
 
ἐμέμφθη δὲ ὑπὸ τῶν στρατηγῶν ἄνδρα παρειληφὼς ἐπὶ συμμαχίᾳ πολέμιον καὶ ἀποπέμπειν συνεβούλευον, μὴ καὶ λάθῃ μέγα διʼ αὐτὸν κακὸν τοὺς φίλους ἐργασάμενος· καὶ γὰρ οὕτω παρέξειν καταλλαγῆναι πρὸς τὸν δεσπότην κακώσαντα τὴν ἡμετέραν δύναμιν.
 
ὃ δὴ καὶ προορώμενον εἰς τὸν τόπον ὃν ἔδωκεν αὐτῷ κατοικεῖν ἐκέλευον ἀποπέμπειν σὺν τοῖς ἑξακοσίοις ὁπλίταις· τοῦτον γὰρ εἶναι τὸν Δαυίδην, ὃν ᾄδουσιν αἱ παρθένοι πολλὰς μυριάδας Παλαιστίνων ἀπολέσαντα. ταῦτʼ ἀκούσας ὁ τῶν Γιττῶν βασιλεὺς καὶ καλῶς εἰρῆσθαι λογισάμενος καλέσας τὸν Δαυίδην ἐγὼ μέν,
 
εἶπε, μαρτυρῶ σοι πολλὴν περὶ ἐμὲ σπουδὴν καὶ εὔνοιαν καὶ διὰ τοῦτό σε σύμμαχον ἐπηγόμην· οὐ δοκεῖ δὲ ταὐτὸ τοῖς στρατηγοῖς. ἀλλʼ ἄπιθι μεθʼ ἡμέραν εἰς ὃν ἔδωκά σοι τόπον μηδὲν ὑπονοῶν ἄτοπον, κἀκεῖ φύλασσέ μοι τὴν χώραν, μή τινες εἰς αὐτὴν τῶν πολεμίων ἐμβάλωσιν. ἔστι δὲ καὶ τοῦτο συμμαχίας μέρος.
 
καὶ Δαυίδης μέν, ὡς ἐκέλευσεν ὁ τῶν Γιττῶν βασιλεύς, ἧκεν εἰς Σίκελλαν. καθʼ ὃν δὲ καιρὸν ἐξ αὐτῆς συμμαχήσων τοῖς Παλαιστίνοις ἀπῆλθε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος ἐπελθὸν αἱρεῖ τὴν Σίκελλαν κατὰ κράτος, καὶ ἐμπρήσαντες καὶ πολλὴν λείαν ἄλλην ἔκ τʼ αὐτῆς ἐκείνης καὶ τῆς ἄλλης τῶν Παλαιστίνων χώρας λαβόντες ἀνεχώρησαν.
 
Ἐκπεπορθημένην δὲ τὴν Σίκελλαν καταλαβὼν ὁ Δαυίδης καὶ διηρπαγμένα πάντα καὶ τὰς γυναῖκας τὰς ἑαυτοῦ, δύο γὰρ ἦσαν, καὶ τὰς γυναῖκας τῶν ἑταίρων σὺν τοῖς τέκνοις ᾐχμαλωτισμένας, περιρρήγνυται εὐθὺς τὴν ἐσθῆτα.
 
κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν φίλων ἐπὶ τοσοῦτον παρείθη τοῖς κακοῖς, ὥστε αὐτὸν ἐπιλιπεῖν ἤδη καὶ τὰ δάκρυα, κινδυνεῦσαι δὲ καὶ βληθεὶς ὑπὸ τῶν ἑταίρων ἀλγούντων ἐπὶ ταῖς αἰχμαλωσίαις τῶν γυναικῶν καὶ τῶν τέκνων ἀποθανεῖν· αὐτὸν γὰρ τῶν γεγονότων ᾐτιῶντο.
 
ἀνασχὼν δʼ ἐκ τῆς λύπης καὶ τὴν διάνοιαν πρὸς τὸν θεὸν ἀναστήσας παρεκάλεσε τὸν ἀρχιερέα Ἀβιάθαρον ἐνδύσασθαι τὴν ἱερατικὴν στολὴν καὶ ἐπερωτῆσαι τὸν θεὸν καὶ προφητεῦσαι, εἰ διώξαντι τοὺς Ἀμαληκίτας δίδωσι καταλαβεῖν καὶ σῶσαι μὲν τὰς γυναῖκας καὶ τὰ τέκνα, τιμωρήσασθαι δὲ τοὺς ἐχθρούς.
 
τοῦ δʼ ἀρχιερέως διώκειν κελεύσαντος ἐκπηδήσας μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο τοῖς πολεμίοις· παραγενόμενος δʼ ἐπί τινα χειμάρρουν Βάσελον λεγόμενον καὶ πλανωμένῳ τινὶ περιπεσὼν Αἰγυπτίῳ μὲν τὸ γένος ὑπʼ ἐνδείας δὲ καὶ λιμοῦ παρειμένῳ, τρισὶ γὰρ ἡμέραις ἐν τῇ ἐρημίᾳ πλανώμενος ἄσιτος διεκαρτέρησε, πρῶτον αὐτὸν ποτῷ καὶ τροφῇ παραστησάμενος καὶ ἀναλαβὼν ἐπύθετο, τίς τε εἴη καὶ πόθεν.
 
ὁ δὲ γένος μὲν ἐσήμαινεν Αἰγύπτιος ὤν, καταλειφθῆναι δὲ ὑπὸ τοῦ δεσπότου κατʼ ἀρρωστίαν ἕπεσθαι μὴ δυνάμενον· ἐδήλου δʼ αὑτὸν τῶν καταπρησάντων καὶ διηρπακότων ἄλλα τε τῆς Ἰουδαίας καὶ τὴν Σίκελλαν εἶναι.
 
χρησάμενος οὖν ὁ Δαυίδης τούτῳ ἐπὶ τοὺς Ἀμαληκίτας ὁδηγῷ καὶ καταλαβὼν αὐτοὺς ἐπὶ γῆς ἐρριμμένους, καὶ τοὺς μὲν ἀριστῶντας, τοὺς δὲ καὶ μεθύοντας ἤδη καὶ λελυμένους ὑπὸ τοῦ οἴνου καὶ τῶν λαφύρων καὶ τῆς λείας ἀπολαύοντας, ἐπιπεσὼν αἰφνιδίως πολὺν αὐτῶν φόνον εἰργάσατο· γυμνοὶ γὰρ ὄντες καὶ μηδὲν προσδοκῶντες τοιοῦτον, ἀλλὰ πρὸς τὸ πιεῖν καὶ εὐωχεῖσθαι τετραμμένοι πάντες ἦσαν εὐκατέργαστοι.
 
καὶ οἱ μὲν αὐτῶν ἔτι τῶν τραπεζῶν παρακειμένων ἐπικαταλαμβανόμενοι παρʼ αὐταῖς ἀνῃροῦντο καὶ παρέσυρεν αὐτοῖς τὰ σιτία καὶ τὴν τροφὴν τὸ αἷμα, τοὺς δὲ δεξιουμένους ἀλλήλους ταῖς προπόσεσι διέφθειρεν, ἐνίους δὲ καὶ πρὸς ὕπνον ὑπὸ τοῦ ἀκράτου κατενηνεγμένους. ὁπόσοι δʼ ἔφθασαν περιθέμενοι τὰς πανοπλίας ἐξ ἐναντίας τʼ αὐτῷ στῆναι, τούτους οὐδὲν ἧττον εὐχερῶς τῶν γυμνῶν κατακειμένων ἀπέσφαττον.
 
διέμειναν δὲ οἱ σὺν τῷ Δαυίδῃ καὶ αὐτοὶ ἀναιροῦντες ἀπὸ πρώτης ὥρας ἕως ἑσπέρας, ὡς μὴ περιλειφθῆναι τῶν Ἀμαληκιτῶν πλείονας ἢ τετρακοσίους· καὶ οὗτοι δὲ δρομάσι καμήλοις ἐπιβάντες διέφυγον. ἀνέσωσε δὲ τἆλλα πάντα ἃ διήρπασαν αὐτῶν οἱ πολέμιοι καὶ τάς τε αὐτοῦ γυναῖκας καὶ τὰς τῶν ἑταίρων.
 
ὡς δὲ ἀναστρέφοντες ἧκον ἐπὶ τὸν τόπον, ἔνθα διακοσίους μὴ δυναμένους αὐτοῖς ἕπεσθαι καταλελοίπεσαν ἐπὶ τῶν σκευῶν, οἱ μὲν τετρακόσιοι τῆς μὲν ἄλλης ὠφελείας τε καὶ λείας οὐκ ἠξίουν αὐτοῖς ἀπομερίζειν· οὐ συνακολουθήσαντας γὰρ ἀλλὰ μαλακισθέντας περὶ τὴν δίωξιν ἀγαπήσειν ἀνασεσωσμένας τὰς γυναῖκας ἀπολαμβάνοντας ἔλεγον·
 
Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην· εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτʼ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων.
 
καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρʼ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δʼ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο.
 
Τῶν δὲ Παλαιστίνων συμβαλόντων καὶ καρτερᾶς μάχης γενομένης νικῶσιν οἱ Παλαιστῖνοι καὶ πολλοὺς ἀναιροῦσι τῶν ἐναντίων, Σαοῦλος δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ γενναίως ἀγωνιζόμενοι καὶ πάσῃ προθυμίᾳ χρώμενοι, ὡς ἐν μόνῳ τῷ καλῶς ἀποθανεῖν καὶ παραβόλως διακινδυνεῦσαι τοῖς πολεμίοις τῆς ὅλης αὐτοῖς δόξης ἀποκειμένης, οὐδὲν γὰρ τούτου περισσότερον εἶχον,
 
ἐπιστρέφουσι πᾶσαν εἰς αὑτοὺς τὴν τῶν ἐχθρῶν φάλαγγα καὶ περικυκλωθέντες ἀποθνήσκουσι πολλοὺς τῶν Παλαιστίνων καταβαλόντες. ἦσαν δὲ οἱ παῖδες Ἰωνάθης καὶ Ἀμινάδαβος καὶ Μέλχισος. τούτων πεσόντων τρέπεται τὸ τῶν Ἑβραίων πλῆθος καὶ ἀκοσμία καὶ σύγχυσις γίνεται καὶ φόνος ἐπικειμένων τῶν πολεμίων.
 
Σαοῦλος δὲ φεύγει τὸ καρτερὸν ἔχων περὶ αὑτόν, καὶ τῶν Παλαιστίνων ἐπιπεμψάντων ἀκοντιστὰς καὶ τοξότας πάντας μὲν ἀποβάλλει πλὴν ὀλίγων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλὰ τραύματα λαβών, ὡς μηκέτι διακαρτερεῖν μηδʼ ἀντέχειν ταῖς πληγαῖς, ἀποκτεῖναι μὲν αὑτὸν ἠσθένει, κελεύει δὲ τὸν ὁπλοφόρον σπασάμενον τὴν ῥομφαίαν ταύτην αὐτοῦ διελάσαι, πρὶν ζῶντα συλλαβεῖν αὐτὸν τοὺς πολεμίους.
 
μὴ τολμῶντος δὲ τοῦ ὁπλοφόρου κτεῖναι τὸν δεσπότην, αὐτὸς τὴν ἰδίαν σπασάμενος καὶ στήσας ἐπὶ τὴν ἀκμὴν ῥίπτει κατʼ αὐτῆς ἑαυτόν· ἀδυνατῶν δὲ μήθʼ ἵστασθαι μήτʼ ἐπερείσας διαβαλεῖν αὑτοῦ τὸν σίδηρον ἐπιστρέφεται, καὶ νεανίσκου τινὸς ἑστῶτος πυθόμενος τίς εἴη καὶ μαθὼν ὡς Ἀμαληκίτης ἐστὶ παρεκάλεσεν ἐπερείσαντα τὴν ῥομφαίαν διὰ τὸ μὴ ταῖς χερσὶν αὐτὸν δύνασθαι παρασχεῖν αὐτῷ τελευτὴν ὁποίαν αὐτὸς βούλεται.
 
ποιήσας δὲ τοῦτο καὶ περιελόμενος τὸν περὶ τὸν βραχίονα αὐτοῦ χρυσὸν καὶ τὸν βασιλικὸν στέφανον ἐκποδὼν ἐγένετο. θεασάμενος δʼ ὁ ὁπλοφόρος Σαοῦλον ἀνῃρημένον ἀπέκτεινεν ἑαυτόν· διεσώθη δʼ οὐδεὶς τῶν σωματοφυλάκων τοῦ βασιλέως, ἀλλὰ πάντες ἔπεσον περὶ τὸ καλούμενον Γελβουὲ ὄρος.
 
ἀκούσαντες δὲ τῶν Ἑβραίων οἱ τὴν κοιλάδα πέραν τοῦ Ἰορδάνου κατοικοῦντες καὶ οἱ ἐν τῷ πεδίῳ τὰς πόλεις ἔχοντες, ὅτι Σαοῦλος πέπτωκε καὶ οἱ παῖδες αὐτοῦ, καὶ τὸ σὺν αὐτῷ πλῆθος ἀπόλωλε, καταλιπόντες τὰς ἑαυτῶν πόλεις εἰς ὀχυρωτάτας ἔφυγον. οἱ δὲ Παλαιστῖνοι τὰς καταλελειμμένας ἐρήμους εὑρόντες κατῴκησαν.
 
Τῇ δʼ ἐπιούσῃ σκυλεύοντες οἱ Παλαιστῖνοι τοὺς τῶν πολεμίων νεκροὺς ἐπιτυγχάνουσι τοῖς Σαούλου καὶ τῶν παίδων αὐτοῦ σώμασι καὶ σκυλεύσαντες ἀποτέμνουσιν αὐτῶν τὰς κεφαλάς, καὶ κατὰ πᾶσαν περιήγγειλαν τὴν χώραν πέμψαντες, ὅτι πεπτώκασιν οἱ πολέμιοι· καὶ τὰς μὲν πανοπλίας αὐτῶν ἀνέθηκαν εἰς τὸ Ἀστάρτειον ἱερόν, τὰ δὲ σώματα ἀνεσταύρωσαν πρὸς τὰ τείχη τῆς Βηθσὰν πόλεως, ἣ νῦν Σκυθόπολις καλεῖται.
 
ἐπεὶ δὲ ἤκουσαν οἱ ἐν Ἰάβει πόλει τῆς Γαλααδίτιδος κατοικοῦντες, ὅτι λελώβηνται τὸν Σαούλου νεκρὸν καὶ τοὺς τῶν παίδων αὐτοῦ, δεινὸν ἡγησάμενοι περιϊδεῖν ἀκηδεύτους ἐξελθόντες οἱ ἀνδρειότατοι καὶ τόλμῃ διαφέροντες, ἡ δὲ πόλις αὕτη καὶ σώμασιν ἀλκίμους καὶ ψυχαῖς φέρει, καὶ διʼ ὅλης τῆς νυκτὸς ὁδεύσαντες ἦλθον εἰς Βηθσάν,
 
καὶ προσελθόντες τῷ τείχει τῶν πολεμίων καὶ καθελόντες τὸ σῶμα Σαούλου καὶ τὰ τῶν παίδων αὐτοῦ κομίζουσιν εἰς Ἰάβησαν μηδὲ τῶν πολεμίων αὐτοὺς κωλῦσαι τολμησάντων διὰ τὴν ἀνδρείαν.
 
οἱ δὲ Ἰαβησηνοὶ πανδημεὶ κλαύσαντες θάπτουσι τὰ σώματα ἐν τῷ καλλίστῳ τῆς χώρας τόπῳ Ἀρούρης λεγομένῳ, καὶ πένθος ἐφʼ ἡμέρας ἑπτὰ σὺν γυναιξὶ καὶ τέκνοις ἐπʼ αὐτοῖς ἦγον κοπτόμενοι καὶ θρηνοῦντες τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ μήτε τροφῆς μήτε ποτοῦ γευσάμενοι.
 
Τοῦτο Σαοῦλος τὸ τέλος ἔσχε προφητεύσαντος Σαμουήλου διὰ τὸ παρακοῦσαι τοῦ θεοῦ τῶν ἐπʼ Ἀμαληκίταις ἐντολῶν, καὶ ὅτι τὴν Ἀβιμελέχου τοῦ ἀρχιερέως γενεὰν καὶ Ἀβιμέλεχον αὐτὸν καὶ τὴν τῶν ἀρχιερέων πόλιν ἀνεῖλεν. ἐβασίλευσε δὲ Σαμουήλου ζῶντος ἔτη ὀκτὼ πρὸς τοῖς δέκα, τελευτήσαντος δὲ δύο καὶ εἴκοσι. καὶ Σαοῦλος μὲν οὕτω κατέστρεψε τὸν βίον.
← Önceki 10 / 10

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi