Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

32 Ἄπειρον δέ τι πλῆθος ἐκ τῆς ἁλώσεως συναθροίζεται ἀργύρου τε καὶ χρυσοῦ καὶ προσέτι χαλκοῦ μηδενὸς παραβάντος τὰ δεδογμένα μηδʼ εἰς ἰδίαν ὠφέλειαν αὐτὰ διαρπασαμένων, ἀλλʼ ἀποσχομένων ὡς ἤδη τῷ θεῷ καθιερωμένων. καὶ ταῦτα μὲν Ἰησοῦς τοῖς ἱερεῦσιν εἰς τοὺς θησαυροὺς παραδίδωσι καταθέσθαι. καὶ Ἱεριχοῦς μὲν τοῦτον ἀπώλετο τὸν τρόπον.
33 Ἄχαρος δέ τις Ζεβεδαίου παῖς ὢν ἐκ τῆς Ἰούδα φυλῆς εὑρὼν χλαμύδα βασίλειον ἐκ χρυσοῦ μὲν πᾶσαν ὑφασμένην, μᾶζαν δὲ χρυσοῦ σταθμὸν ἕλκουσαν σίκλων διακοσίων καὶ δεινὸν ἡγησάμενος, εἰ ὃ κινδυνεύσας ηὕρατο κέρδος, τοῦτο τῆς ἰδίας χρείας ἀφελόμενος δοῦναι φέρων τῷ θεῷ καὶ μὴ δεομένῳ, ὄρυγμα βαθὺ ποιήσας ἐν τῇ αὐτοῦ σκηνῇ κατώρυξεν εἰς τοῦτο, λήσειν νομίζων ὡς τοὺς συστρατιώτας οὕτως καὶ τὸν θεόν.
34 Ἐκλήθη δὲ ὁ τόπος ἐν ᾧ στρατόπεδον ἐβάλετο Ἰησοῦς Γάλγαλα· σημαίνει δὲ τοῦτο ἐλευθέριον ὄνομα· διαβάντες γὰρ τὸν ποταμὸν ἐλευθέρους ἑαυτοὺς ἤδη ἀπό τε τῶν Αἰγυπτίων καὶ τῆς ἐν τῇ ἐρήμῳ ταλαιπωρίας ἐγίνωσκον.
35 Μετὰ δʼ ὀλίγας ἡμέρας τῆς Ἱεριχοῦντος συμφορᾶς πέμπει τρισχιλίους ὁπλίτας Ἰησοῦς εἰς Ναϊὰν πόλιν ὑπὲρ τῆς Ἱεριχοῦντος κειμένην αἱρήσοντας, οἳ συμβαλόντων αὐτοῖς τῶν Ναϊητῶν τραπέντες ἀποβάλλουσιν ἄνδρας ἓξ καὶ τριάκοντα.
36 τοῦτʼ ἀγγελθὲν τοῖς Ἰσραηλίταις λύπην τε μεγάλην καὶ δεινὴν ἐποίησεν ἀθυμίαν οὐ κατὰ τὸ οἰκεῖον τῶν ἀπολωλότων, καίτοι γε πάντων ἀνδρῶν ἀγαθῶν καὶ σπουδῆς ἀξίων διεφθαρμένων, ἀλλὰ κατὰ ἀπόγνωσιν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi