Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

27 Ταῦτʼ εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων.
28 Οἱ δʼ εἰσελθόντες εἰς Ἱεριχοῦντα πάντας ἔκτεινον, τῶν ἐν αὐτῇ πρὸς τὴν παράδοξον τοῦ τείχους ἀνατροπὴν καταπεπληγότων καὶ τοῦ φρονήματος αὐτοῖς πρὸς ἄμυναν ἀχρείου γεγονότος· ἀνῃροῦντο δʼ οὖν ἐν ταῖς ὁδοῖς ἀποσφαττόμενοι καὶ ἐν ταῖς οἰκίαις ἐπικαταλαμβανόμενοι.
29 παρῃτεῖτο δʼ οὐδὲν αὐτούς, ἀλλὰ πάντες ἀπώλλυντο ἄχρι γυναικῶν καὶ παιδίων, καὶ νεκρῶν ἡ πόλις ἦν ἀνάπλεως καὶ διέφυγεν οὐδέν. τὴν δὲ πόλιν ἐνέπρησαν ἅπασαν καὶ τὴν χώραν.
30 καὶ τὴν Ῥαάβην σὺν τοῖς οἰκείοις εἰς τὸ καταγώγιον συμφυγοῦσαν ἔσωσαν οἱ κατάσκοποι, καὶ πρὸς αὐτὸν Ἰησοῦς ἀχθείσῃ χάριν ἔχειν ὡμολόγει τῆς σωτηρίας τῶν κατασκόπων καὶ μὴν τῆς εὐεργεσίας ταύτης ἔλεγεν ἐν ταῖς ἀμοιβαῖς οὐχ ἥττονα φανήσεσθαι, δωρεῖται δʼ αὐτὴν εὐθὺς ἀγροῖς καὶ διὰ τιμῆς εἶχε τῆς πάσης.
31 Τῆς δὲ πόλεως εἰ καί τι παρέλθοι τὸ πῦρ κατέσκαπτε καὶ κατὰ τῶν οἰκησόντων, εἴ τις πορθηθεῖσαν ἀνεγείρειν ἐθελήσειεν, ἀρὰς ἔθετο, ὅπως θεμελίους μὲν τειχῶν βαλόμενος στερηθῇ τοῦ πρώτου παιδός, τελειώσας δὲ τὸν νεώτατον τῶν παίδων ἀποβάλῃ. τῆς δὲ ἀρᾶς τὸ θεῖον οὐκ ἠμέλησεν, ἀλλʼ ἐν τοῖς ὑστέροις ἀπαγγελοῦμεν τὸ περὶ αὐτὴν πάθος γενόμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi