Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

289 τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς,
290 ὁ Σαμψὼν εἶπεν, ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφʼ ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατʼ ἄνδρα ἕκαστον φέρεσθε παρʼ ἐμοῦ . φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος.
291 τῶν δʼ ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, ὁ Σαμψὼν δεομένης τῆς κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο,
292 ἐγκειμένης δʼ αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία μέλιτος γεγονότα κομίσειεν αὐτῇ.
293 καὶ ὁ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, ἡ δʼ ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθʼ ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν ἢ δῦναι τὸν ἥλιον συνελθόντες φασίν, οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις .

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi