Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

159 παραγενόμενοι δὲ εἰς Βέθηλα πόλιν ἔγγιστα κειμένην καὶ νηστεύσαντες κατὰ τὴν ὑστεραίαν τὸν θεὸν ἱκέτευον διὰ Φινεέσου τοῦ ἀρχιερέως παύσασθαι τῆς ὀργῆς τῆς πρὸς αὐτοὺς καὶ ταῖς δυσὶν αὐτῶν ἥτταις ἀρκεσθέντα δοῦναι νίκην καὶ κράτος κατὰ τῶν πολεμίων. ὁ δὲ θεὸς ἐπαγγέλλεται ταῦτα διὰ Φινεέσου προφητεύσαντος.
160 Ποιήσαντες οὖν τὴν στρατιὰν δύο μέρη τὴν μὲν ἡμίσειαν προλοχίζουσι νυκτὸς περὶ τὴν πόλιν, οἱ δʼ ἡμίσεις συνέβαλον τοῖς Βενιαμίταις ὑπεχώρουν τε ἐγκειμένων, καὶ ἐδίωκον οἱ Βενιαμῖται τῶν Ἑβραίων ὑποφευγόντων ἠρέμα καὶ ἐπὶ πολὺ θελόντων εἰς ἅπαν αὐτοὺς ἐξελθεῖν ἀναχωροῦσιν εἵποντο,
161 ὡς καὶ τοὺς ἐν τῇ πόλει πρεσβύτας καὶ νέους ὑπολειφθέντας διεκδραμεῖν διʼ ἀσθένειαν αὐτοῖς πασσυδὶ βουλομένους χειρώσασθαι τοὺς πολεμίους. ὡς δὲ πολὺ τῆς πόλεως ἀπέσχον, ἐπαύσαντο μὲν φεύγοντες οἱ Ἑβραῖοι, ἐπιστραφέντες δʼ ἵστανται πρὸς μάχην καὶ τοῖς ἐν ταῖς ἐνέδραις οὖσι τὸ σημεῖον αἴρουσιν ὃ συνέκειτο.
162 οἱ δʼ ἐξαναστάντες μετὰ βοῆς ἐπῄεσαν τοῖς πολεμίοις. οἱ δὲ ἅμα τε ἠπατημένους αὑτοὺς ᾔσθοντο καὶ ἐν ἀμηχανίᾳ συνεστήκεσαν, καὶ εἴς τι κοῖλον συνελαθέντας καὶ φαραγγῶδες χωρίον περιστάντες κατηκόντισαν, ὥστε πάντας διαφθαρῆναι πλὴν ἑξακοσίων.
163 οὗτοι δὲ συστραφέντες καὶ πυκνώσαντες ἑαυτοὺς καὶ διὰ μέσων ὠσάμενοι τῶν πολεμίων ἔφυγον ἐπὶ τὰ πλησίον ὄρη, καὶ κατασχόντες ἱδρύθησαν. οἱ δʼ ἄλλοι πάντες περὶ δισμυρίους ὄντες καὶ πεντακισχιλίους ἀπέθανον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi