Kitap 5
143
νεανίαι δέ τινες τῶν Γαβαηνῶν ἐπὶ τῆς ἀγορᾶς τὸ γύναιον θεασάμενοι καὶ τὴν εὐπρέπειαν θαυμάσαντες, ἐπεὶ παρὰ τῷ πρεσβύτῃ κατηγμένην ἔμαθον καταφρονήσαντες τῆς ἀσθενείας καὶ τῆς ὀλιγότητος ἧκον ἐπὶ τὰς θύρας. τοῦ δὲ πρεσβύτου παρακαλοῦντος ἀπαλλάττεσθαι καὶ μὴ προσφέρειν βίαν μηδὲ ὕβριν ἠξίουν αὐτὸν παρασχόντα τὴν ξένην πραγμάτων ἀπηλλάχθαι.
144
συγγενῆ δὲ λέγοντος καὶ Λευῖτιν τοῦ πρεσβύτου καὶ δράσειν αὐτοὺς δεινὰ ὑφʼ ἡδονῆς εἰς τοὺς νόμους ἐξαμαρτάνοντας ὠλιγώρουν τοῦ δικαίου καὶ κατεγέλων, ἠπείλουν δὲ ἀποκτείνειν αὐτὸν ἐμποδίζοντα ταῖς ἐπιθυμίαις αὐτῶν.
145
εἰς δʼ ἀνάγκην περιηγμένος καὶ μὴ βουλόμενος τοὺς ξένους περιιδεῖν ὑβρισθέντας τῆς ἑαυτοῦ θυγατρὸς αὐτοῖς παρεχώρει, πληρώσειν τε τὴν ἐπιθυμίαν αὐτοὺς λέγων νομιμώτερον δίχα τῆς εἰς τοὺς ξένους ὕβρεως αὐτός τε μηδὲν ἀδικήσειν οὓς ὑπεδέξατο τούτῳ τῷ τρόπῳ νομίζων.
146
ὡς δʼ οὐδὲν τῆς σπουδῆς τῆς ἐπὶ τὴν ξένην ἐνεδίδοσαν, ἀλλὰ ἐνέκειντο ταύτην παραλαβεῖν ἀξιοῦντες, ὁ μὲν ἱκέτευε μηδὲν τολμᾶν παράνομον, οἱ δʼ ἁρπασάμενοι καὶ προσθέμενοι μᾶλλον τῷ βιαίῳ τῆς ἡδονῆς ἀπήγαγον πρὸς αὑτοὺς τὴν γυναῖκα καὶ διʼ ὅλης νυκτὸς ἐμπλησθέντες τῆς ὕβρεως ἀπέλυσαν περὶ ἀρχομένην ἡμέραν.
147
ἡ δὲ τεταλαιπωρημένη τοῖς συμβεβηκόσι παρῆν ἐπὶ τὴν ξενίαν καὶ ὑπὸ λύπης ὧν ἐπεπόνθει καὶ τοῦ μὴ τολμᾶν ὑπʼ αἰσχύνης εἰς ὄψιν ἐλθεῖν τἀνδρί, τοῦτον γὰρ μάλιστα τοῖς γεγενημένοις ἔχειν ἀνιάτως ἐλογίζετο, καταπεσοῦσα τὴν ψυχὴν ἀφίησιν.