Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

104 πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν.
105 ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ἢ ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφʼ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν,
106 ἵνα τὴν αἰτίαν μαθόντες ὑφʼ ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς.
107 οὐ γὰρ ἠξιοῦμεν ὑμᾶς πείρᾳ τῆς τοῦ θεοῦ γνώμης ἐντὸς γεγενημένους καὶ νόμων ὧν αὐτὸς ἡμῖν δέδωκεν ἀκροατὰς ὑπάρχοντας, διαζευχθέντας ἡμῶν καὶ παρόντας εἰς τὸν ἴδιον κλῆρον, ὃν κατὰ χάριν τοῦ θεοῦ καὶ τῆς ἐκείνου περὶ ἡμᾶς προνοίας ἐλάχετε, λήθην λαβεῖν αὐτοῦ καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καταλιπόντας καὶ βωμὸν ὃς ἡμῖν πάτριος ξενικοὺς θεοὺς ἐπιφέρειν τοῖς Χαναναίων κακοῖς προσκεχωρηκότας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi