Kitap 5
94
συνεργίας δὲ τῆς παρʼ ὑμῶν κατʼ ἐντολὴν τὴν ἐκείνου δεομένοις ἑαυτοὺς εἰς ἅπαν προθύμους ἐδώκατε, δίκαιον ὑμᾶς μηδενὸς ἔτι δυσκόλου περιμένοντος ἀναπαύσεως ἤδη τυχεῖν φειδοῖ τῆς προθυμίας ὑμῶν, ἵνʼ εἰ καὶ πάλιν δεήσειεν ἡμῖν αὐτῆς ἄοκνον ἔχωμεν εἰς τὰ κατεπείξοντα καὶ μὴ τοῖς νῦν καμοῦσαν αὖθις βραδυτέραν.
95
χάριν τε οὖν ὑμῖν ὧν συνήρασθε κινδύνων καὶ οὐχὶ νῦν μόνον ἀλλʼ ἀεὶ πάντως ἕξομεν, ὄντες ἀγαθοὶ μεμνῆσθαι τῶν φίλων καὶ παρὰ τῇ διανοίᾳ κρατεῖν ὅσα παρʼ αὐτῶν ἡμῖν ὑπῆρξεν, ὅτι τε τὴν ἀπόλαυσιν τῶν ὑπαρχόντων ὑμῖν ἀγαθῶν διʼ ἡμᾶς ἀνεβάλεσθε καὶ πονήσαντες εἰς ἃ νῦν εὐνοίᾳ θεοῦ κατέστημεν ἔπειθʼ οὕτως ἐκρίνατε αὐτῶν μεταλαμβάνειν.
96
γέγονε δὲ πρὸς τοῖς ὑπάρχουσιν ἀγαθοῖς ἐκ τῶν σὺν ἡμῖν πόνων πλοῦτος ἄφθονος λείαν τε πολλὴν ἐπαξομένοις καὶ χρυσὸν καὶ ἄργυρον καὶ τὸ τούτων ἔτι πλεῖον, παρʼ ἡμῖν εὔνοια καὶ πρὸς ὅ τι βουληθείητε κατʼ ἀμοιβὴν πρόθυμον. οὔτε γὰρ ὧν Μωυσῆς προεῖπεν ἀπελείφθητε καταφρονήσαντες ἐξ ἀνθρώπων ἀπελθόντος οὔτʼ ἔστιν οὐδὲν ἐφʼ ᾧ μὴ χάριν ὑμῖν οἴδαμεν.
97
χαίροντας οὖν ὑμᾶς ἐπὶ τὰς κληρουχίας ἀπολύομεν καὶ παρακαλοῦμεν μηδένα τῆς πρὸς ἡμᾶς συγγενείας ὅρον ὑπολαμβάνειν, μηδʼ ὅτι μεταξὺ ποταμὸς οὗτός ἐστιν ἑτέρους ἡμᾶς νομίσητε καὶ οὐχὶ Ἑβραίους. Ἁβράμου γὰρ ἅπαντές ἐσμεν οἵ τʼ ἐνθάδε κἀκεῖ κατοικοῦντες, θεός τε εἷς, ὃς τούς τε ἡμετέρους προγόνους καὶ τοὺς ὑμῶν αὐτῶν παρήγαγεν εἰς τὸν βίον·