Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 5

83 ἡ δʼ Ἐφρὰν φυλὴ τὴν ἄχρι Γαζάρων ἀπὸ Ἰορδάνου ποταμοῦ μηκυνομένην ἔλαχεν, εὐρεῖαν δὲ ὅσον ἀπὸ Βεθήλων εἰς τὸ μέγα τελευτᾷ πεδίον, τῆς τε Μανασσήτιδος οἱ ἡμίσεις ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως, πλάτος δὲ ἐπὶ Βηθησάνων, ἣ νῦν Σκυθόπολις καλεῖται,
84 καὶ μετὰ τούτους Ἰσαχαρὶς Κάρμηλόν τε τὸ ὄρος καὶ τὸν ποταμὸν τοῦ μήκους ποιησαμένη τέρμονα, τὸ δὲ Ἰταβύριον ὄρος τοῦ πλάτους. Ζαβουλωνῖται δὲ τὴν μέχρι Γενησαρίδος καθήκουσαν δὲ περὶ Κάρμηλον καὶ θάλασσαν ἔλαχον.
85 τὴν δὲ ἀπὸ τοῦ Καρμήλου κοιλάδα προσαγορευομένην διὰ τὸ καὶ τοιαύτην εἶναι Ἀσηρῖται φέρονται πᾶσαν τὴν ἐπὶ Σιδῶνος τετραμμένην· Ἄρκη δὲ πόλις ὑπῆρχεν αὐτοῖς ἐν τῇ μερίδι ἡ καὶ Ἐκδείπους.
86 τὰ δὲ πρὸς τὰς ἀνατολὰς τετραμμένα μέχρι Δαμασκοῦ πόλεως καὶ τῆς Γαλιλαίας τὰ καθύπερθεν Νεφθαλῖται παρέλαβον ἕως τοῦ Λιβάνου ὄρους καὶ τῶν τοῦ Ἰορδάνου πηγῶν, αἳ τὴν ὁρμὴν ἐκ τοῦ ὄρους ἔχουσιν, ἐκ τοῦ καθήκοντος τοῖς ὅροις κατὰ τὰ βόρεια πόλεως Ἄρκης παροικούσης.
87 Δανῖται δὲ τῆς κοίλης ὅσα πρὸς δυόμενον τέτραπται τὸν ἥλιον λαγχάνουσιν Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι Ἰάμνειάν τε πᾶσαν καὶ Γίτταν ἀπʼ Ἀκκαρῶνος ἕως τοῦ ὄρους, ἐξ οὗ ἡ Ἰούδα ἦρκτο φυλή.
88 Καὶ ἓξ μὲν ἔθνη τῶν υἱέων τοῦ Χαναναίου φέροντα τὴν ἐπωνυμίαν διεῖλεν οὕτως Ἰησοῦς καὶ τὴν γῆν ταῖς ἐννέα καὶ τῇ ἡμισείᾳ φυλαῖς ἔδωκε νέμεσθαι·
89 τὴν γὰρ Ἀμορρῖτιν καὶ αὐτὴν οὕτως ἀφʼ ἑνὸς τῶν Χαναναίου παίδων καλουμένην Μωυσῆς ἤδη προειληφὼς νενεμήκει ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει· τοῦτο δὲ καὶ πρότερον δεδηλώκαμεν. τὰ δὲ περὶ Σιδῶνα καὶ Ἀρουκαίους καὶ Ἀμαθαίους καὶ Ἀριδαίους ἀδιακόσμητα ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi