Kitap 5
α. Ὡς Ἰησοῦς ὁ στρατηγὸς τῶν Ἑβραίων πολεμήσας πρὸς Χαναναίους καὶ κρατήσας αὐτῶν τοὺς μὲν διέφθειρε, τὴν δὲ γῆν κατακληρουχήσας διένειμε ταῖς φυλαῖς.
β. ὡς ἀποθανόντος τοῦ στρατηγοῦ παραβαίνοντες οἱ Ἰσραηλῖται τοὺς πατρίους νόμους μεγάλων ἐπειράθησαν συμφορῶν, καὶ στασιασάντων ἡ Βενιαμὶς διεφθάρη φυλὴ χωρὶς ἀνδρῶν ἑξακοσίων.
γ. πῶς μετὰ ταύτην τὴν κακοπραγίαν ἀσεβήσαντας αὐτοὺς ὁ θεὸς Ἀσσυρίοις ἐδούλωσεν.
δ. ἡ διὰ Κενίζου τοῦ Ἀθνιήλου παιδὸς αὐτοῖς ἐλευθερία γενομένη ἄρξαντος ἔτη τεσσαράκοντα λεγομένου δὲ παρά τε Ἕλλησι καὶ Φοίνιξι κριτοῦ.
ε. ὅτι πάλιν ὁ λαὸς ἡμῶν ἐδούλευσε Μωαβίταις ὀκτωκαίδεκα ἔτη καὶ ὑπό τινος Ἰούδου τῆς δουλείας ἀπηλλάγη τὴν ἀρχὴν ἐπ' ἔτη κατασχόντος ὀγδοήκοντα.
5
ϛ. ὡς Χαναναίων αὐτοὺς καταδουλωσαμένων ἐπ' ἔτη εἴκοσιν ἠλευθερώθησαν ὑπὸ Βαράκου καὶ Δεβώρας, οἳ ἦρξαν αὐτῶν ἐπ' ἔτη τεσσαράκοντα.
ζ. ὅτι πολεμήσαντες Ἀμαληκῖται τοῖς Ἰσραηλίταις ἐνίκησάν τε καὶ τὴν χώραν ἐκάκωσαν ἔτη ἑπτά.
η. ὡς Γεδεὼν αὐτοὺς ἠλευθέρωσεν ἀπὸ Ἀμαληκιτῶν καὶ ἦρξε τοῦ πλήθους ἐπὶ ἔτη τεσσαράκοντα.
θ. ὅτι μετ' αὐτὸν πολλοὶ γενόμενοι διάδοχοι τοῖς πέριξ ἔθνεσιν ἐπολέμησαν ἱκανῷ χρόνῳ.
ι. περὶ τῆς Σαμψῶνος ἀνδρείας καὶ ὅσων κακῶν αἴτιος Παλαιστίνοις ἐγένετο.
10
ια. ὡς οἱ υἱοὶ Ἠλῖ τοῦ ἱερέως ἐσφάγησαν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ.
ιβ. ὡς ὁ πατὴρ αὐτῶν ἀκούσας τὴν συμφορὰν βαλὼν ἑαυτὸν ἀπὸ τοῦ θρόνου ἀπέθανεν.
ιγ. ὡς νικήσαντες ἐν τούτῳ τῷ πολέμῳ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι καὶ τὴν κιβωτὸν αὐτῶν αἰχμάλωτον ἔλαβον.
ιδ. ὡς οἱ ἀπὸ Κενίζου ἄρξαντες πάντες κριταὶ ἐκλήθησαν.
περιέχει ἡ βίβλος χρόνον ἐτῶν τετρακοσίων ἑβδομήκοντα.
15
Μωυσέος δὲ τὸν προειρημένον τρόπον ἐξ ἀνθρώπων ἀπογεγονότος Ἰησοῦς ἁπάντων ἤδη τῶν ἐπʼ αὐτῷ νενομισμένων τέλος ἐχόντων καὶ τοῦ πένθους λελωφηκότος παρήγγειλεν ἐπὶ στρατείαν ἕτοιμον εἶναι τὸ πλῆθος,
πέμπει τε κατασκόπους εἰς Ἱεριχοῦντα τήν τε δύναμιν αὐτῶν καὶ τίνα διάνοιαν ἔχουσιν αὐτοὶ γνωσομένους, αὐτὸς δὲ ἐξήταζε τὸν στρατὸν ὡς κατὰ καιρὸν διαβησόμενος τὸν Ἰόρδανον.
ἀνακαλεσάμενος δὲ τοὺς τῆς Ῥουβηλίδος φυλῆς ἄρχοντας καὶ τοὺς τῆς Γάδιδος καὶ Μανασσήτιδος προεστῶτας, ἐξ ἡμισείας γὰρ καὶ τῇδε τῇ φυλῇ τὴν Ἀμορίαν κατοικεῖν ἐπετέτραπτο τῆς Χαναναίων γῆς ἕβδομον οὖσαν μέρος, ὑπεμίμνησκεν ἃ ὑπέσχοντο Μωυσεῖ,
καὶ παρεκάλει χαριζομένους τῇ τε ἐκείνου προνοίᾳ μηδʼ ὅτε ἀπέθνησκε περὶ αὐτοὺς καμούσῃ τῷ τε κοινῇ συμφέροντι παρέχειν αὑτοὺς εἰς τὰ παραγγελλόμενα προθύμους. τῶν δʼ ἑπομένων ὁπλίταις πεντακισμυρίοις ἀπὸ τῆς Ἀβέλης ἐπὶ τὸν Ἰόρδανον ἐξῄει σταδίους ἑξήκοντα.
Καὶ στρατοπεδεύσαντος εὐθὺς οἱ κατάσκοποι παρῆσαν μηδὲν ἀγνοήσαντες τῶν παρὰ τοῖς Χαναναίοις· ἐλθόντες γὰρ τὸ πρῶτον ἅπασαν ἐπʼ ἀδείας αὐτῶν τὴν πόλιν κατενόησαν, τῶν τε τειχῶν ὅσα καρτερὰ καὶ ὅσα μὴ τοῦτον ἔχει τὸν τρόπον αὐτοῖς ἀσφαλῶς καὶ τῶν πυλίδων αἳ πρὸς εἴσοδον τῷ στρατοπέδῳ διʼ ἀσθένειαν συνέφερον.
ἠμέλουν δὲ θεωμένων οἱ ἐντυγχάνοντες κατὰ ἱστορίαν ξένοις προσήκουσαν ἀκριβῶς ἕκαστα πολυπραγμονεῖν τῶν ἐν τῇ πόλει νομίζοντες, ἀλλʼ οὐχὶ διανοίᾳ πολεμίων.
ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς ὃ καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν ἡ φροντὶς ἦν,
μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. ὁ δʼ εὐθὺς πέμψας πρὸς αὐτοὺς ἐκέλευσεν ἀγαγεῖν συλλαβόντας, ἵνα βασανίσας μάθῃ, τί καὶ βουλόμενοι παρεῖεν.
ὡς δʼ ἔγνω τὴν ἔφοδον αὐτῶν ἡ Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον ἢ δῦναι τὸν ἥλιον παρʼ αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, ἢ κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας.
οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδʼ ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δʼ ὁρμήσαντες καθʼ ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ τὰς εἰς τὸν ποταμὸν φερούσας οὐδενὶ γνωρίσματι περιετύγχανον, παύονται τοῦ πονεῖν.
τοῦ δὲ θορύβου σταλέντος ἡ Ῥαάβη καταγαγοῦσα τοὺς ἄνδρας καὶ τὸν κίνδυνον εἰποῦσα, ὃν ὑπὲρ τῆς αὐτῶν ὑπέλθοι σωτηρίας, ἁλοῦσαν γὰρ ἀποκρύπτουσαν αὐτοὺς οὐκ ἂν διαφυγεῖν τὴν ἐκ τοῦ βασιλέως τιμωρίαν, ἀλλὰ πανοικὶ αὐτὴν ἀπολέσθαι κακῶς,
παρακαλέσασα διὰ μνήμης ἔχειν, ὅταν ἐγκρατεῖς τῆς Χαναναίων γῆς καταστάντες ἀμοιβὴν ἐκτῖσαι δύνωνται τῆς ἄρτι σωτηρίας, χωρεῖν ἐκέλευεν ἐπὶ τὰ οἰκεῖα ὀμόσαντας ἦ μὴν σώσειν αὐτὴν καὶ τὰ αὐτῆς, ὅταν τὴν πόλιν ἑλόντες φθείρωσι πάντας τοὺς ἐν αὐτῇ κατὰ ψήφισμα τὸ παρʼ αὐτοῖς γενόμενον· ταῦτα γὰρ εἰδέναι σημείοις τοῖς ἐκ τοῦ θεοῦ διδαχθεῖσαν.
οἱ δὲ καὶ τῶν παρόντων αὐτῇ χάριν ἔχειν ὡμολόγουν καὶ περὶ τῶν αὖθις ὤμνυον ἔργῳ τὴν ἀμοιβὴν ἀποδώσειν· ἡνίκα δʼ ἂν αἴσθηται μελλούσης ἁλίσκεσθαι τῆς πόλεως, συνεβούλευον κτῆσίν τε τὴν αὐτῆς καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας, ὅπως εἰδὼς τὴν οἰκίαν ὁ στρατηγὸς φυλάττηται κακῶς ποιεῖν·
μηνύσομεν γὰρ αὐτῷ, ἔφασαν, διὰ τὸ σὸν σώζεσθαι πρόθυμον. εἰ δέ τις ἐν τῇ μάχῃ πέσοι τῶν σῶν, σύ τε οὐκ ἂν ἡμῖν ἐπενέγκοις αἰτίαν καὶ τὸν θεὸν ὃν ὀμωμόκαμεν παραιτούμεθα μηδὲν ὡς ἐπὶ παραβαίνουσι τοὺς ὅρκους δυσχερᾶναι.
καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἐχώρουν διὰ τοῦ τείχους καθιμήσαντες ἑαυτούς, καὶ διασωθέντες πρὸς τοὺς οἰκείους ἐδήλωσαν ὅσα πράξαντες ἐπὶ τῆς πόλεως ἧκον· Ἰησοῦς δὲ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ καὶ τῇ γερουσίᾳ φράζει τὰ τοῖς σκοποῖς ὁμοθέντα πρὸς τὴν Ῥαάβην· οἱ δʼ ἐπεκύρουν τὸν ὅρκον.
Δεδιότος δὲ τοῦ στρατοῦ τὴν διάβασιν, μέγας γὰρ ἦν ὁ ποταμὸς τῷ ῥεύματι καὶ οὔτε γεφύραις πορευτός, οὐ γὰρ ἔζευκτο τὸ πρότερον, βουλομένους τε γεφυροῦν οὐχ ἕξειν σχολὴν παρὰ τῶν πολεμίων ὑπελάμβανον πορθμείων τε μὴ τυγχανόντων, διαβατὸν αὐτοῖς ὁ θεὸς ἐπαγγέλλεται ποιήσειν τὸν ποταμὸν μειώσας αὐτοῦ τὸ πλῆθος.
καὶ δύο ἐπισχὼν ἡμέρας Ἰησοῦς διεβίβαζε τὸν στρατὸν καὶ τὴν πληθὺν ἅπασαν τοιούτῳ τρόπῳ· προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν ἔχοντες, ἔπειτα οἱ Λευῖται τήν τε σκηνὴν καὶ τὰ πρὸς ὑπηρεσίαν ταῖς θυσίαις σκεύη κομίζοντες, εἵποντο δὲ τοῖς Λευίταις κατὰ φυλὰς ὁ πᾶς ὅμιλος μέσους ἔχων παῖδας καὶ γυναῖκας, δεδιὼς περὶ αὐτῶν μὴ βιασθεῖεν ὑπὸ τοῦ ῥεύματος.
ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσι πορευτὸς ἔδοξεν ὁ ποταμός, τοῦ μὲν βάθους ἐπεσχημένου, τοῦ δὲ κάχληκος τῷ μὴ πολὺν εἶναι μηδʼ ὀξὺν τὸν ῥοῦν ὥσθʼ ὑποφέρειν αὐτὸν τῇ βίᾳ ἀντʼ ἐδάφους κειμένου, πάντες ἤδη θαρσαλέως ἐπεραιοῦντο τὸν ποταμόν, οἷον αὐτὸν ὁ θεὸς προεῖπε ποιήσειν τοιοῦτον κατανοοῦντες.
ἔστησαν δὲ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος καὶ τἀσφαλοῦς ἁψάμενον τύχοι. πάντων δὲ διαβάντων ἐξῄεσαν οἱ ἱερεῖς ἐλεύθερον ἀφέντες ἤδη τὸ ῥεῦμα χωρεῖν κατὰ τὴν συνήθειαν. καὶ ὁ μὲν ποταμὸς εὐθὺς ἐκβάντων αὐτὸν τῶν Ἑβραίων ηὔξετο καὶ τὸ ἴδιον ἀπελάμβανε μέγεθος.
Οἱ δὲ πεντήκοντα προελθόντες στάδια βάλλονται στρατόπεδον ἀπὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος, Ἰησοῦς τε τόν τε βωμὸν ἐκ τῶν λίθων ὧν ἕκαστος ἀνείλετο τῶν φυλάρχων ἐκ τοῦ βυθοῦ τοῦ προφήτου κελεύσαντος ἱδρυσάμενος τεκμήριον γενησόμενον τῆς ἀνακοπῆς τοῦ ῥεύματος ἔθυεν ἐπʼ αὐτοῦ τῷ θεῷ, καὶ τὴν φάσκα ἑώρταζον ἐν ἐκείνῳ τῷ χωρίῳ,
πάντων ὧν αὐτοῖς πρότερον συνέβαινε σπανίζειν τότε ῥᾳδίως εὐποροῦντες· τόν τε γὰρ σῖτον ἀκμάζοντα ἤδη τῶν Χαναναίων ἐθέριζον καὶ τὰ λοιπὰ λείαν ἦγον· τότε γὰρ αὐτοὺς καὶ ἡ τῆς μάννας ἐπελελοίπει τροφὴ χρησαμένους ἐπὶ ἔτη τεσσαράκοντα.
Ὡς δὲ ταῦτα ποιούντων τῶν Ἰσραηλιτῶν οὐκ ἐπεξῄεσαν οἱ Χαναναῖοι τειχήρεις δʼ ἡσύχαζον, πολιορκεῖν αὐτοὺς Ἰησοῦς ἔγνω. καὶ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες, περὶ δʼ αὐτὴν ἐν κύκλῳ μέρος τι τῶν ὁπλιτῶν φυλάττον ἦν,
οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν εἰς τὸ στρατόπεδον.
καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα τοῦ πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων.
κτείνειν μέντοι πάνθʼ ὁντινοῦν εἰ λάβοιεν παρεκελεύετο καὶ μήτε κάμνοντας ἀποστῆναι τοῦ φόνου τῶν πολεμίων, μήτʼ ἐλέῳ παραχωρήσαντας μήτε περὶ ἁρπαγὴν γινομένους περιορᾶν φεύγοντας τοὺς ἐχθρούς·