Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

35 Ταῦτα Μωυσέος εἰπόντος παύεται καὶ τῆς ταραχῆς τὸ πλῆθος καὶ τῆς εἰς Μωυσῆν ὑποψίας, ἐπένευσαν δὲ τοῖς εἰρημένοις· καὶ γὰρ ἦν καὶ ἐδόκει χρηστὰ τῷ λαῷ. τότε μὲν οὖν διαλύουσι τὸν σύλλογον, τῇ δʼ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν παρατευξόμενοι τῇ θυσίᾳ καὶ τῇ διʼ αὐτῆς κρίσει τῶν περὶ τῆς ἱερωσύνης ἀγωνιζομένων.
36 συνέβαινε δʼ εἶναι θορυβώδη τὴν ἐκκλησίαν μετεώρου τοῦ πλήθους ὄντος ἐπʼ ἐλπίδι τῶν ἐσομένων, καὶ τῶν μὲν εἰς ἡδονὴν λαμβανόντων, εἰ Μωυσῆς ἐλεγχθείη κακουργῶν, τῶν δὲ φρονίμων, εἰ πραγμάτων ἀπαλλαγείησαν καὶ ταραχῆς· ἐδεδίεσαν γάρ, μὴ τῆς στάσεως προϊούσης ἀφανισθῇ μᾶλλον αὐτοῖς ὁ κόσμος τῆς καταστάσεως.
37 ὁ δὲ πᾶς ὅμιλος φύσει χαίρων τῷ καταβοᾶν τῶν ἐν τέλει καὶ πρὸς ὅ τις εἴποι πρὸς τοῦτο τὴν γνώμην τρέπων ἐθορύβει. πέμψας δὲ καὶ Μωυσῆς πρὸς Ἀβίραμον καὶ Δαθάμην ὑπηρέτας ἐκέλευσεν ἥκειν κατὰ τὰ συγκείμενα καὶ περιμένειν τὴν ἱερουργίαν.
38 ὡς δʼ οὔτε ὑπακούσεσθαι τοῖς ἀγγέλοις ἔφασαν καὶ Μωυσῆν οὐ περιόψεσθαι κατὰ τοῦ λαοῦ παντὸς ἐκ κακουργίας αὐξανόμενον, ἀκούσας τὰ παρʼ αὐτῶν ὁ Μωυσῆς ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους ἀξιώσας ἀπῄει πρὸς τοὺς περὶ Δαθάμην, οὐχ ἡγούμενος εἶναι δεινὸν βαδίζειν πρὸς τοὺς ὑπερηφανήσαντας· οἱ δʼ οὐδὲν ἀντειπόντες ἠκολούθουν.
39 οἱ δὲ περὶ Δαθάμην πυθόμενοι τὸν Μωυσῆν μετὰ τῶν ἀξιολόγων τῆς πληθύος πρὸς αὐτοὺς παραγινόμενον προελθόντες γυναιξὶν ἅμα καὶ τέκνοις πρὸ τῶν σκηνῶν ἀπέβλεπον, τί καὶ μέλλοι ποιεῖν ὁ Μωυσῆς· ἔτι τε θεράποντες ἦσαν περὶ αὐτούς, ὡς εἰ βίαν τινὰ προσφέροι Μωυσῆς ἀμυνούμενοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi