Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

272 βόσκημα δὲ ὁ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δʼ ὑπὲρ τούτου καταβαλλέτω. ὁ δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις.
273 Πραθεὶς δὲ ὁμοφύλῳ τις ἓξ ἔτη δουλευέτω, τῷ δʼ ἑβδόμῳ ἐλεύθερος ἀφείσθω· ἐὰν δὲ τέκνων αὐτῷ γενομένων ἐκ δούλης παρὰ τῷ πριαμένῳ διὰ τὴν εὔνοιαν καὶ τὴν πρὸς τὰ οἰκεῖα φιλοστοργίαν βούληται δουλεύειν, ἐνιαυτοῦ ἐνστάντος τοῦ ἰοβήλου, πεντηκοστὸς δὲ ἐνιαυτός ἐστιν, ἐλευθερούσθω καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα ἐλευθέραν ἐπαγόμενος.
274 Ἐὰν δέ τις ἢ χρυσίον ἢ ἀργύριον εὕρῃ καθʼ ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν ᾧ εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατʼ ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρʼ αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια.
275 Μὴ ἐξεῖναι δὲ παριέναι κτηνῶν τινι κακοπαθούντων ὑπὸ χειμῶνος πεπτωκότων ἐν πηλῷ, συνδιασώζειν δὲ καὶ τὸν πόνον οἰκεῖον ἡγησάμενον βοηθεῖν.
276 Μηνύειν δὲ καὶ τὰς ὁδοὺς τοῖς ἀγνοοῦσι, καὶ μὴ γέλωτα θηρωμένους αὑτοῖς ἐμποδίζειν πλάνῃ τὴν ἑτέρου χρείαν.
276 Ὁμοίως μηδὲ βλασφημείτω τις τὸν ἀπόντα καὶ τὸν ἐνεόν.
277 Ἐν μάχῃ τις ὅπου μὴ σίδηρος πληγεὶς παραχρῆμα μὲν ἀποθανὼν ἐκδικείσθω ταὐτὸν παθόντος τοῦ πεπληχότος. ἂν δὲ κομισθεὶς παρʼ ἑαυτὸν καὶ νοσήσας ἐπὶ πλείονας ἡμέρας ἔπειτʼ ἀποθάνῃ, ἀθῷος ἔστω ὁ πλήξας, σωθέντος δὲ καὶ πολλὰ δαπανήσαντος εἰς τὴν νοσηλείαν ἀποτινέτω πάνθʼ ὅσα παρὰ τὸν χρόνον τῆς κατακλίσεως ἀνάλωσε καὶ ὅσα τοῖς ἰατροῖς ἔδωκεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi