Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

252 ἐὰν δέ που μόνῃ περιπεσὼν βιάσηται μηδενὸς βοηθοῦ παρόντος, μόνος ἀποθνησκέτω. ὁ φθείρας παρθένον μήπω κατηγγυημένην αὐτὸς γαμείτω· ἢν δὲ τῷ πατρὶ τῆς κόρης μὴ δόξῃ συνοικίζειν αὐτῷ, πεντήκοντα σίκλους τιμὴν τῆς ὕβρεως καταβαλλέτω.
253 γυναικὸς δὲ τῆς συνοικούσης βουλόμενος διαζευχθῆναι καθʼ ἁσδηποτοῦν αἰτίας, πολλαὶ δʼ ἂν τοῖς ἀνθρώποις τοιαῦται γίγνοιντο, γράμμασι μὲν περὶ τοῦ μηδέποτε συνελθεῖν ἰσχυριζέσθω· λάβοι γὰρ ἂν οὕτως ἐξουσίαν συνοικεῖν ἑτέρῳ, πρότερον γὰρ οὐκ ἐφετέον· εἰ δὲ καὶ πρὸς ἐκεῖνον κακωθείη καὶ τελευτήσαντος αὐτοῦ θελήσειε γαμεῖν ὁ πρότερος, μὴ ἐξεῖναι αὐτῇ ἐπανιέναι.
254 τὴν ἄτεκνον τἀνδρὸς αὐτῇ τετελευτηκότος ὁ ἀδελφὸς ἐκείνου γαμείτω καὶ τὸν παῖδα τὸν γενόμενον τῷ τοῦ τεθνεῶτος καλέσας ὀνόματι τρεφέτω τοῦ κλήρου διάδοχον· τοῦτο γὰρ καὶ τοῖς δημοσίοις λυσιτελήσει γιγνόμενον τῶν οἴκων οὐκ ἐκλειπόντων καὶ τῶν χρημάτων τοῖς συγγενέσι μενόντων, καὶ ταῖς γυναιξὶ κουφισμὸν οἴσει τῆς συμφορᾶς τοῖς ἔγγιστα τῶν προτέρων ἀνδρῶν συνοικούσαις.
255 ἐὰν δὲ μὴ βούληται γαμεῖν ὁ ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα ἡ γυνὴ μαρτυράσθω τοῦθʼ, ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄν τε μικρὰν ἄν τε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi