Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

200 ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ διʼ ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν ὁ θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖς τε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν.
201 ἡ δʼ ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω· θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν.
202 Ὁ δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω διʼ ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω.
203 Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι·
204 καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας· ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι.
205 Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, ἣ πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει· δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν ὁ θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi