Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

112 Καὶ ὁ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δʼ αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα.
113 κατιδὼν δʼ αὐτοὺς ἐκεῖνος βωμούς τε ἐκέλευσεν ἑπτὰ δείμασθαι τὸν βασιλέα καὶ τοσούτους ταύρους καὶ κριοὺς παραστῆσαι· ὑπουργήσαντος δὲ διὰ ταχέων τοῦ βασιλέως ὁλοκαυτεῖ τυθέντας,
114 ὡς τρόπον εἶδε σημαινομένην, ὁ λεώς, φησίν, οὗτος εὐδαίμων, ᾧ ὁ θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατʼ ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος.
115 γῆν τε οὖν ἐφʼ ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα ἡ γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφʼ ὑμετέρου γένους οἰκήτορας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi