Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 4

4 ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλʼ αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντʼ αὐτὸν εἰδέναι τὰ μέλλοντα παρʼ αὐτοῦ μανθάνοντα·
5 δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπʼ ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν.
6 τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφʼ ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλʼ οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες.
7 Ὡς οὖν ταῦτʼ ἄμεινον αὐτοῖς ἕξειν ἔκριναν καὶ τοῖς πολεμίοις ἐπῆλθον, οἱ μὲν οὐ καταπλαγέντες αὐτῶν τὴν ἔφοδον οὐδὲ τὴν πληθὺν γενναίως αὐτοὺς ἐδέξαντο, τῶν δὲ Ἑβραίων ἀποθνήσκουσί τε πολλοὶ καὶ τὸ λοιπὸν στράτευμα τῆς φάλαγγος αὐτῶν διαλυθείσης ἀκόσμως διωκόμενον εἰς τὴν παρεμβολὴν συνέφυγε,
8 καὶ τῷ παρʼ ἐλπίδας ἀτυχῆσαι παντάπασιν ἀθυμοῦν οὐδὲν ἔτι χρηστὸν προσεδόκα λογιζόμενον, ὅτι καὶ ταῦτα κατὰ μῆνιν θεοῦ πάθοιεν προεξορμήσαντες ἐπὶ τὸν πόλεμον τῆς ἐκείνου βουλήσεως.
9 Μωυσῆς δὲ τοὺς μὲν οἰκείους ὁρῶν ὑπὸ τῆς ἥττης καταπεπληγότας, φοβούμενος δὲ μὴ θαρσήσαντες ἐπὶ τῇ νίκῃ οἱ πολέμιοι καὶ μειζόνων ὀρεχθέντες ἐπʼ αὐτοὺς ἔλθοιεν, ἔγνω δεῖν τὴν στρατιὰν ἀπαγαγεῖν πορρωτέρω τῶν Χαναναίων εἰς τὴν ἔρημον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi