Kitap 4
54
Μωυσῆς δʼ ἐκάλει τοὺς περὶ τῆς ἱερωσύνης ἁμιλλωμένους διὰ τὴν τῶν ἱερέων δοκιμασίαν, ἵνʼ οὗ προσδέξηται τὴν θυσίαν ὁ θεὸς ἥδιον εἴη κεχειροτονημένος. συνελθόντων δὲ πεντήκοντα καὶ διακοσίων ἀνδρῶν, οἳ καὶ διὰ πατέρων ἀρετὴν ἐτιμῶντο παρὰ τῷ λαῷ καὶ διὰ τὴν αὐτῶν, ᾗ κἀκείνους ὑπερεβάλλοντο, προῆλθον καὶ Ἀαρὼν καὶ Κορῆς, καὶ πρὸ τῆς σκηνῆς πάντες καθήγνισαν ἐπὶ τοῖς θυμιατηρίοις ὁπόσα κομίζοντες ἔτυχον.
55
ἐξέλαμψε δὲ πῦρ τοσοῦτον ὅσον οὔτε χειροποίητον ἱστόρησέ τις οὔτε γῆθεν ἀναδοθὲν κατὰ ὑποδρομὴν καύματος οὔτε κατὰ βίαν πνευμάτων ὕλης πρὸς αὐτὸ παρατριβείσης αὐτομάτως ἐξεκρούσθη, ἀλλʼ ὁποῖον θεοῦ κελεύσαντος ἁφθείη λαμπρὸν καὶ φλογωδέστατον·
56
ὑφʼ οὗ πάντες, οἵ τε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς, ᾄξαντος ἐπʼ αὐτοὺς ἐφθάρησαν, ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι. περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν εἶναι τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα.
57
Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν, ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν,
58
ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς.