Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

308 Τῶν δὲ κατασκόπων Ἰησοῦς τε ὁ Ναυήχου παῖς φυλῆς Ἐφραιμίτιδος καὶ Χάλεβος τῆς Ἰούδα φυλῆς φοβηθέντες χωροῦσιν εἰς μέσους καὶ τὸ πλῆθος κατεῖχον θαρσεῖν δεόμενοι καὶ μήτε ψευδολογίαν κατακρίνειν τοῦ θεοῦ μήτε πιστεύειν τοῖς ἐκ τοῦ μὴ τἀληθῆ περὶ τῶν Χαναναίων εἰρηκέναι καταπληξαμένοις, ἀλλὰ τοῖς ἐπὶ τὴν εὐδαιμονίαν καὶ τὴν κτῆσιν αὐτοὺς τῶν ἀγαθῶν παρορμῶσιν·
309 οὔτε γὰρ τῶν ὀρῶν τὸ μέγεθος οὔτε τῶν ποταμῶν τὸ βάθος τοῖς ἀρετὴν ἠσκηκόσιν ἐμποδὼν στήσεσθαι πρὸς τὰ ἔργα καὶ ταῦτα τοῦ θεοῦ συμπροθυμουμένου καὶ ὑπερμαχοῦντος αὐτῶν. ἴωμεν οὖν, ἔφασαν, ἐπὶ τοὺς πολεμίους μηδὲν ἔχοντες διʼ ὑποψίας ἡγεμόνι τε τῷ θεῷ πεπιστευκότες καὶ ὁδηγοῦσιν ἡμῖν ἑπόμενοι.
310 καὶ οἱ μὲν ταῦτα λέγοντες ἐπεχείρουν τὴν ὀργὴν καταπραΰνειν τοῦ πλήθους, Μωυσῆς δὲ καὶ Ἀαρὼν πεσόντες ἐπὶ τὴν γῆν τὸν θεὸν ἱκέτευον οὐχ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἀλλʼ ὅπως τῆς ἀμαθίας παύσῃ τὸ πλῆθος καὶ καταστήσῃ τὴν διάνοιαν αὐτῶν ὑπὸ τῆς ἀμηχανίας τοῦ παραστάντος αὐτοῖς πάθους τεταραγμένην, παρῆν δʼ ἡ νεφέλη καὶ στᾶσα ὑπὲρ τὴν σκηνὴν ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ.
311 Μωυσῆς δὲ θαρρήσας πάρεισιν εἰς τὸ πλῆθος καὶ τὸν θεὸν ἐδήλου κινηθέντα ὑπὸ τῆς ὕβρεως αὑτῷ λήψεσθαι τιμωρίαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, οἵαν δὲ οἱ πατέρες ἐπὶ νουθεσίᾳ τοῖς τέκνοις ἐπιφέρουσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi