Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

289 Πηγνύντες δὲ τὴν σκηνὴν μέσην ἀπελάμβανον τριῶν φυλῶν κατὰ πλευρὰν ἑκάστην παρασκηνουμένων· ὁδοὶ δὲ διὰ μέσων ἐτέτμηντο, καὶ κόσμος ἦν ἀγορᾶς, καὶ τῶν πωλουμένων ἕκαστον ἐν τάξει διέκειτο, καὶ δημιουργοὶ τέχνης ἁπάσης ἐν τοῖς ἐργαστηρίοις ἦσαν, οὐδενί τε ἄλλῳ ἢ πόλει μετανισταμένῃ καὶ καθιδρυμένῃ ἐῴκει.
290 τὰ δὲ περὶ τὴν σκηνὴν πρῶτοι μὲν οἱ ἱερεῖς κατεῖχον, ἔπειτα δὲ οἱ Λευῖται πάντες ὄντες τὸ πλῆθος, ἐξητάσθησαν γὰρ καὶ αὐτοὶ τοῦ μὲν ἄρρενος ὅσον τριακοστὴν εἶχεν ἡμέραν γενόμενον, δισμύριοι καὶ δισχίλιοι πρὸς τοῖς ὀκτακοσίοις ὀγδοήκοντα. καὶ ἐφʼ ὅσον μὲν ὑπὲρ τὴν σκηνὴν συνέβαινεν ἑστάναι τὴν νεφέλην, μένειν αὐτοῖς ὡς ἐπιδημοῦντος ἐδόκει τοῦ θεοῦ, τρεπομένης δὲ ταύτης μετανίστασθαι.
291 Εὗρε δὲ καὶ βυκάνης τρόπον ἐξ ἀργύρου ποιησάμενος, ἔστι δὲ τοιαύτη· μῆκος μὲν ἔχει πηχυαῖον ὀλίγῳ λεῖπον, στενὴ δʼ ἐστὶ σύριγξ αὐλοῦ βραχεῖ παχυτέρα, παρέχουσα δὲ εὖρος ἀρκοῦν ἐπὶ τῷ στόματι πρὸς ὑποδοχὴν πνεύματος εἰς κώδωνα ταῖς σάλπιγξι παραπλησίως τελοῦντα· ἀσώσρα καλεῖται κατὰ τὴν Ἑβραίων γλῶσσαν.
292 γίνονται δὲ δύο, καὶ τῇ μὲν ἑτέρᾳ πρὸς παρακέλευσιν καὶ συλλογὴν ἐχρῶντο τοῦ πλήθους εἰς τὰς ἐκκλησίας· καὶ μιᾷ μὲν ἀποσημάναντος ἔδει τὰς ἀρχὰς συνελθεῖν σκεψομένας περὶ τῶν οἰκείων, ἀμφοτέραις δὲ συνῆγε τὸ πλῆθος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi