Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

284 τοῦ δʼ ἀναλώματος ὑπερβάλλοντος ὑπὲρ τοῦ λείποντος καταβαλὼν τὸ ἱκνούμενον ἐξέχεται τῆς κτήσεως, ἴσων δὲ συναριθμουμένων τῶν τε καρπῶν καὶ τῶν ἀναλωμάτων ἀποδίδωσι τοῖς καὶ πρότερον νεμηθεῖσι.
285 τὸ αὐτὸ δὲ καὶ ἐπὶ ταῖς οἰκίαις νόμιμον ἰσχύειν ἠθέλησε ταῖς κατὰ κώμας πεπραμέναις· περὶ γὰρ τῶν ἐν τῇ πόλει πεπραμένων ἔγνωκεν ἑτέρως. εἰ μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι τὸν ἐνιαυτὸν καταβάλοι τὸ ἀργύριον, ἀναγκάζει τὸν πριάμενον ἀποδοῦναι, εἰ δὲ πλῆρες γένοιτο τὸ ἔτος, βεβαιοῖ τὴν κτῆσιν τῷ πριαμένῳ.
286 ταύτην Μωυσῆς τὴν διάταξιν τῶν νόμων, ὅθʼ ὑπὸ τὸ Σιναῖον καθιδρύκει τὴν στρατιάν, ἐξέμαθε παρὰ τοῦ θεοῦ καὶ τοῖς Ἑβραίοις γεγραμμένην παραδίδωσιν.
287 Ἐπειδὴ δὲ καλῶς αὐτῷ τὰ περὶ τὴν νομοθεσίαν ἔχειν ἐδόκει, πρὸς ἐξέτασιν τοῦ στρατοῦ τὸ λοιπὸν ἐτράπη τῶν πολεμικῶν ἤδη κατὰ νοῦν ἔχων ἅπτεσθαι, προστάσσει τε τοῖς φυλάρχοις πλὴν τῆς Λευίτιδος φυλῆς ἀκριβῶς τὸν ἀριθμὸν ἐκμαθεῖν τῶν στρατεύεσθαι δυναμένων· ἱεροὶ γὰρ ἦσαν οἱ Λευῖται καὶ πάντων ἀτελεῖς.
288 γενομένης δὲ τῆς ἐξετάσεως εὑρέθησαν μυριάδες ἑξήκοντα τῶν ὁπλιτεύειν δυναμένων ὄντων ἀπὸ εἴκοσι ἐτῶν ἕως πεντήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ἀντὶ δὲ Λευὶ κατέλεξεν εἰς τοὺς φυλάρχους Μανασσῆν τὸν Ἰωσήπου παῖδα καὶ Ἐφράην ἀντὶ τοῦ Ἰωσήπου· δέησις δὲ ἦν αὕτη Ἰακώβου πρὸς Ἰώσηπον ποιητοὺς αὐτῷ παρασχεῖν τοὺς παῖδας, ὡς καὶ προεῖπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi