Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

208 Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπʼ ἀνθρώπῳ καὶ πατρί, γενναίως δʼ ὑπʼ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι·
209 τῶν γὰρ υἱῶν αὐτοῦ τεσσάρων ὄντων, ὡς προεῖπον, δύο οἱ πρεσβύτεροι Νάβαδος καὶ Ἀβιοῦς κομίσαντες ἐπὶ τὸν βωμὸν οὐχ ὧν προεῖπε Μωυσῆς θυμάτων, ἀλλʼ οἷς ἐχρῶντο πρότερον, κατεκαύθησαν τοῦ πυρὸς ἐπʼ αὐτοὺς τὴν ὁρμὴν βαλόντος καὶ τὰ στέρνα καὶ τὰ πρόσωπα φλέγειν αὐτῶν ἀρξαμένου καὶ σβέσαι μηδενὸς δυναμένου.
210 καὶ οἱ μὲν οὕτως ἀπέθανον· Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν.
211 μόνους δὲ Μωυσῆς τοὺς ἀδελφοὺς αὐτῶν καὶ τὸν πατέρα μὴ φροντίζειν τῆς ἐπʼ αὐτοῖς λύπης ἠξίωσε προκρίναντας τὴν εἰς τὸν θεὸν τιμὴν τοῦ περὶ αὐτοὺς σκυθρωποῦ· ἤδη γὰρ Ἀαρὼν καὶ τὴν στολὴν τὴν ἱερὰν ἠμφίεστο.
212 Μωυσῆς δὲ πᾶσαν τιμὴν παραιτησάμενος, ἣν ἑώρα τὸ πλῆθος αὐτῷ παρασχεῖν ἕτοιμον, πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ διετέλει. καὶ τῶν μὲν εἰς τὸ Σιναῖον ἀνόδων ἀπείχετο, εἰς δὲ τὴν σκηνὴν εἰσιὼν ἐχρηματίζετο περὶ ὧν ἐδεῖτο παρὰ τοῦ θεοῦ ἰδιωτεύων καὶ τῇ στολῇ καὶ πᾶσι τοῖς ἄλλοις ἄγων ἑαυτὸν δημοτικώτερον καὶ μηδὲν βουλόμενος τῶν πολλῶν διαφέρειν δοκεῖν, ἢ μόνῳ τῷ προνοούμενος αὐτῶν βλέπεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi