Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

166 ἐγγέγραπται δὲ τούτοις τῶν Ἰακώβου παίδων τὰ ὀνόματα γράμμασιν ἐπιχωρίοις γλώσσῃ τῇ ἡμετέρᾳ κατὰ ἓξ τῶν λίθων ἑκατέρῳ, οἱ πρεσβύτεροι δʼ εἰσὶ κατὰ ὦμον τὸν δεξιόν. ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες·
167 οὗτοι μέντοι κατὰ στίχον τρεῖς ἐπὶ τεσσάρων διακείμενοι γραμμῶν ἐνήσκηνται τῷ ὕφει, χρυσὸς δʼ αὐτοὺς ἐκπεριέρχεται τὰς ἕλικας ἐντιθεὶς τῷ ὕφει πρὸς τὸ μὴ διαρρεῖν οὕτως πεποιημένος.
168 καὶ ἡ μὲν πρώτη τριάς ἐστι σαρδόνυξ τόπαζος σμάραγδος, ἡ δευτέρα δὲ ἄνθρακα παρέχεται καὶ ἴασπιν καὶ σάπφειρον, τῆς δὲ τρίτης λίγυρος μὲν ἄρχει εἶτα ἀμέθυσος ἀχάτης δὲ τρίτος ἔνατος ὢν τοῖς πᾶσι, τετάρτου δὲ στίχου χρυσόλιθος μὲν πρόκειται, μετὰ δὲ αὐτὸν ὄνυξ, εἶτα βήρυλλος, τελευταῖος οὗτος.
169 γράμματα δὲ ἐπετέτμητο πᾶσι τῶν Ἰακώβου υἱῶν, οὓς καὶ φυλάρχους νομίζομεν, ἑκάστου τῶν λίθων ὀνόματι τετιμημένου κατὰ τάξιν ἣν ἕκαστον αὐτῶν γενέσθαι συμβέβηκε.
170 τῶν οὖν κρίκων ἀσθενῶν ὄντων κατʼ αὐτοὺς ἐνεγκεῖν τὸ βάρος τῶν λίθων ἑτέρους δύο κρίκους μείζονας τῇ πέζῃ τοῦ ἐσσήνου ᾗπερ ἀνήκει πρὸς τὸν τράχηλον ἐμβεβηκότας τῷ ὑφάσματι ποιοῦσι, δεξομένους ἁλύσεις εἰργασμένας, αἳ συνῆσαν κατʼ ἄκρον τῶν ὤμων σειραῖς ἐκ χρυσοῦ πεπλεγμέναις συνάπτουσαι, ὧν τὸ ἄκρον ἀνεστραμμένον ἐνέβαινε κρίκῳ προέχοντι τῆς νωτιαίας πέζης τοῦ ἐφώδου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi