Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 3

74 κἀν τοῖς βιβλίοις δὲ Ῥαγουῆλον ἔγραψεν ὡς εὑρηκότα τὴν διάταξιν τὴν προειρημένην, καλῶς ἔχειν ἡγούμενος τἀληθῆ μαρτυρεῖν τοῖς ἀξίοις, εἰ καὶ δόξαν ἔμελλε φέρειν ἐπιγραφομένῳ τὰ ὑπὸ ἄλλων εὑρημένα, ὥστε τὴν Μωυσέος ἀρετὴν κἀκ τούτου καταμαθεῖν. ἀλλὰ περὶ μὲν ταύτης εὐκαίρως ἐν ἄλλοις τῆς γραφῆς δηλώσομεν.
75 Μωυσῆς δὲ συγκαλέσας τὴν πληθὺν αὐτὸς μὲν εἰς τὸ ὄρος ἀπέρχεσθαι τὸ Σιναῖον ἔλεγεν ὡς συνεσόμενος τῷ θεῷ καί τι λαβὼν παρʼ αὐτοῦ χρήσιμον ἐπανήξων πρὸς αὐτούς, ἐκείνους δʼ ἐκέλευσε πλησίον μετασκηνῶσαι τῷ ὄρει τὴν γειτνίασιν τοῦ θεοῦ προτιμήσαντας.
76 ταῦτʼ εἰπὼν ἀνῄει πρὸς τὸ Σιναῖον ὑψηλότατον τῶν ἐν ἐκείνοις τοῖς χωρίοις ὀρῶν τυγχάνον καὶ διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τῶν κρημνῶν τὸ ἀπότομον ἀνθρώποις οὐ μόνον οὐκ ἀναβατὸν ἀλλʼ οὐδὲ ὁραθῆναι δίχα πόνου τῆς ὄψεως δυνάμενον ἄλλως τε διὰ τὸ λόγον εἶναι περὶ τοῦ τὸν θεὸν ἐν αὐτῷ διατρίβειν φοβερὸν καὶ ἀπρόσιτον.
77 Ἑβραῖοι δὲ κατὰ τὰς Μωυσέος ἐντολὰς μετεσκήνουν καὶ τὰς ὑπωρείας τοῦ ὄρους κατελαμβάνοντο ἠρμένοι ταῖς διανοίαις ὡς μετὰ τῆς ἐπαγγελίας τῶν ἀγαθῶν, ἣν προύτεινεν αὐτοῖς, ἐπανήξοντος Μωυσέος παρὰ τοῦ θεοῦ.
78 ἑορτάζοντες δὲ τὸν στρατηγὸν περιέμενον ἁγνεύοντες τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ συνουσίας τῆς γυναικῶν ἡμέρας τρεῖς, καθὼς ἐκεῖνος αὐτοῖς προεῖπε, καὶ παρακαλοῦντες τὸν θεὸν εὐμενῆ συμβάλλοντα Μωυσεῖ δοῦναι δωρεάν, ὑφʼ ἧς εὖ βιώσονται. ταῖς τʼ οὖν διαίταις ἐχρῶντο πολυτελεστέραις καὶ τῷ κόσμῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἐκπρεπῶς ἤσκηντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi