Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

 
οὕτω δὲ περὶ τὴν ἐξουσίαν ἐγένετο κακὸς καὶ βίαιος, ὥστε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν Ἀλβῖνον ἐπῄνουν ὡς εὐεργέτην Ἰουδαῖοι·
 
ἐκεῖνος μὲν γὰρ ἐπεκρύπτετο τὴν πονηρίαν καὶ τοῦ μὴ παντάπασιν κατάφωρος εἶναι προυνόει, Γέσσιος δὲ Φλῶρος καθάπερ εἰς ἐπίδειξιν πονηρίας πεμφθεὶς τὰς εἰς τὸ ἔθνος ἡμῶν παρανομίας ἐπόμπευεν, μήτε ἁρπαγῆς παραλιπὼν μηδένα τρόπον μήτε ἀδίκου κολάσεως·
 
ἦν γὰρ ἄτεγκτος μὲν πρὸς ἔλεον, παντὸς δὲ κέρδους ἄπληστος, ᾧ γε μηδὲ τὰ πλεῖστα τῶν ὀλίγων διέφερεν, ἀλλὰ καὶ λῃσταῖς ἐκοινώνησεν· ἀδεῶς γὰρ οἱ πολλοὶ τοῦτʼ ἔπραττον ἐχέγγυον παρʼ ἐκείνου τὴν σωτηρίαν ἐπὶ τοῖς μέρεσιν ἔχειν πεπιστευκότες.
 
καὶ τοῦτο μέτριον οὐκ ἦν. ἀλλʼ οἱ δυστυχεῖς Ἰουδαῖοι μὴ δυνάμενοι τὰς ὑπὸ τῶν λῃστῶν γινομένας πορθήσεις ὑπομένειν ἠναγκάζοντο τῶν ἰδίων ἠθῶν ἐξανιστάμενοι φεύγειν ἅπαντες, ὡς κρεῖττον ὁπουδήποτε παρὰ τοῖς ἀλλοφύλοις κατοικήσοντες.
 
καὶ τί δεῖ πλείω λέγειν; τὸν γὰρ πρὸς Ῥωμαίους πόλεμον ὁ καταναγκάσας ἡμᾶς ἄρασθαι Φλῶρος ἦν κρεῖττον ἡγουμένους ἀθρόως ἢ κατʼ ὀλίγον ἀπολέσθαι. καὶ δὴ τὴν ἀρχὴν ἔλαβεν ὁ πόλεμος δευτέρῳ μὲν ἔτει τῆς ἐπιτροπῆς Φλώρου, δωδεκάτῳ δὲ τῆς Νέρωνος ἀρχῆς.
 
ἀλλʼ ὅσα μὲν δρᾶν ἠναγκάσθημεν ἢ παθεῖν ὑπεμείναμεν, ἀκριβῶς γνῶναι πάρεστιν τοῖς βουλομένοις ἐντυχεῖν ταῖς ὑπʼ ἐμοῦ περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις γεγραμμέναις.
 
Παύσεται δʼ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας μεθʼ ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. περιέχει δʼ αὕτη τὴν ἀπὸ πρώτης γενέσεως ἀνθρώπου παράδοσιν μέχρι ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας τῶν ἡμῖν συμβεβηκότων τοῖς Ἰουδαίοις κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν καὶ Παλαιστίνην,
 
ὅσα τε πεπόνθαμεν ὑπὸ Ἀσσυρίων τε καὶ Βαβυλωνίων, τίνα τε Πέρσαι καὶ Μακεδόνες διατεθείκασιν ἡμᾶς, καὶ μετʼ ἐκείνους Ῥωμαῖοι· πάντα γὰρ οἶμαι μετʼ ἀκριβείας συντεταχέναι.
 
τηρῆσαι δὲ πεπείραμαι καὶ τὴν τῶν ἀρχιερέων ἀναγραφὴν τῶν ἐν δισχιλίοις ἔτεσι γενομένων. ἀπλανῆ δὲ πεποίημαι καὶ τὴν περὶ τοὺς βασιλεῖς διαδοχὴν τὰς πράξεις αὐτῶν καὶ τὰς πολιτείας ἀπαγγέλλων μοναρχῶν τε δυναστείας, ὡς αἱ ἱεραὶ βίβλοι περὶ πάντων ἔχουσι τὴν ἀναγραφήν· τοῦτο γὰρ ποιήσειν ἐν ἀρχῇ τῆς ἱστορίας ἐπηγγειλάμην.
 
λέγω δὴ θαρσήσας ἤδη διὰ τὴν τῶν προτεθέντων συντέλειαν, ὅτι μηδεὶς ἂν ἕτερος ἠδυνήθη θελήσας μήτε Ἰουδαῖος μήτε ἀλλόφυλος τὴν πραγματείαν ταύτην οὕτως ἀκριβῶς εἰς Ἕλληνας ἐξενεγκεῖν·
 
ἔχω γὰρ ὁμολογούμενον παρὰ τῶν ὁμοεθνῶν πλεῖστον αὐτῶν κατὰ τὴν ἐπιχώριον παιδείαν διαφέρειν καὶ τῶν Ἑλληνικῶν δὲ γραμμάτων ἐσπούδασα μετασχεῖν τὴν γραμματικὴν ἐμπειρίαν ἀναλαβών, τὴν δὲ περὶ τὴν προφορὰν ἀκρίβειαν πάτριος ἐκώλυσεν συνήθεια.
 
παρʼ ἡμῖν γὰρ οὐκ ἐκείνους ἀποδέχονται τοὺς πολλῶν ἐθνῶν διάλεκτον ἐκμαθόντας διὰ τὸ κοινὸν εἶναι νομίζειν τὸ ἐπιτήδευμα τοῦτο μόνον οὐκ ἐλευθέροις τοῖς τυχοῦσιν ἀλλὰ καὶ τῶν οἰκετῶν τοῖς θέλουσι, μόνοις δὲ σοφίαν μαρτυροῦσιν τοῖς τὰ νόμιμα σαφῶς ἐπισταμένοις καὶ τὴν τῶν ἱερῶν γραμμάτων δύναμιν ἑρμηνεῦσαι δυναμένοις.
 
διὰ τοῦτο πολλῶν πονησάντων περὶ τὴν ἄσκησιν ταύτην μόλις δύο τινὲς ἢ τρεῖς κατώρθωσαν καὶ τῶν πόνων τὴν ἐπικαρπίαν εὐθὺς ἔλαβον.
 
ἴσως δʼ οὐκ ἂν ἐπίφθονον γένοιτο καὶ περὶ γένους τοὐμοῦ καὶ περὶ τῶν κατὰ τὸν βίον πράξεων βραχέα διεξελθεῖν ἕως ἔχω ζῶντας ἢ τοὺς ἐλέγξοντας ἢ τοὺς μαρτυρήσοντας.
 
Ἐπὶ τούτοις δὲ καταπαύσω τὴν ἀρχαιολογίαν βιβλίοις μὲν εἴκοσι περιειλημμένην, ἓξ δὲ μυριάσι στίχων, κἂν τὸ θεῖον ἐπιτρέπῃ κατὰ περιδρομὴν ὑπομνήσω πάλιν τοῦ τε πολέμου καὶ τῶν συμβεβηκότων ἡμῖν μέχρι τῆς νῦν ἐνεστώσης ἡμέρας, ἥτις ἐστὶν τρισκαιδεκάτου μὲν ἔτους τῆς Δομετιανοῦ Καίσαρος ἀρχῆς, ἐμοὶ δʼ ἀπὸ γενέσεως πεντηκοστοῦ τε καὶ ἕκτου.
 
προῄρημαι δὲ συγγράψαι κατὰ τὰς ἡμετέρας δόξας τῶν Ἰουδαίων ἐν τέσσαρσι βίβλοις περὶ θεοῦ καὶ τῆς οὐσίας αὐτοῦ καὶ περὶ τῶν νόμων, διὰ τί κατʼ αὐτοὺς τὰ μὲν ἔξεστιν ἡμῖν ποιεῖν, τὰ δὲ κεκώλυται.
← Önceki 8 / 8

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi