Kitap 20
22
ταῦτα δὲ καίπερ σαφῶς αἰσθανόμενος ὁ πατὴρ ἐκείνοις μὲν συνεγίνωσκεν ὡς μὴ διὰ κακίαν αὐτὸ πάσχουσιν ἀλλʼ ἤτοι παρὰ τοῦ πατρὸς αὐτῶν ἕκαστον ἀξιῶν εὐνοίας τυγχάνειν, τὸν δὲ νεανίαν, σφόδρα γὰρ ἐδεδοίκει περὶ αὐτοῦ, μὴ μισούμενος ὑπὸ τῶν ἀδελφῶν πάθοι τι, πολλὰ δωρησάμενος πρὸς Ἀβεννήριγον ἐκπέμπει τὸν Σπασίνου χάρακος βασιλέα, παρακατατιθέμενος ἐκείνῳ τὴν τοῦ παιδὸς σωτηρίαν.
23
ὁ δὲ Ἀβεννήριγος ἄσμενός τε δέχεται τὸν νεανίαν καὶ διὰ πολλῆς εὐνοίας ἄγων γυναῖκα μὲν αὐτῷ τὴν θυγατέρα, Σαμαχὼς δʼ ἦν ὄνομα ταύτῃ, δίδωσι· δωρεῖται δὲ χώραν, ἐξ ἧς μεγάλας λήψοιτο προσόδους.
24
Μονόβαζος δὲ ἤδη γηραιὸς ὢν καὶ τοῦ ζῆν ὀλίγον αὐτῷ τὸν λοιπὸν ὁρῶν χρόνον ἠθέλησεν εἰς ὄψιν ἀφικέσθαι τῷ παιδὶ πρὸ τοῦ τελευτῆσαι. μεταπεμψάμενος οὖν αὐτὸν ἀσπάζεται φιλοφρονέστατα, καὶ χώραν δίδωσιν Καρρῶν λεγομένην.
25
φέρειν δʼ ἡ γῆ πλεῖστον τὸ ἄμωμον ἀγαθή· ἔστι δʼ ἐν αὐτῇ καὶ τὰ λείψανα τῆς λάρνακος, ᾗ Νῶχον ἐκ τῆς ἐπομβρίας διασεσῶσθαι λόγος ἔχει, καὶ μέχρι νῦν ταῦτα τοῖς ἰδεῖν βουλομένοις ἐπιδείκνυται.
26
διέτριβεν οὖν ὁ Ἰζάτης ἐν τῇ χώρᾳ ταύτῃ μέχρι τῆς τελευτῆς τοῦ πατρός. ᾗ δʼ ἐξέλιπεν ἡμέρᾳ τὸν βίον ὁ Μονόβαζος ἡ βασιλὶς Ἑλένη μεταπέμπεται πάντας τοὺς μεγιστᾶνας καὶ τῆς βασιλείας σατράπας καὶ τοὺς τὰς δυνάμεις πεπιστευμένους.
27
οἷς ἀφικομένοις, ὅτι μὲν ὁ ἐμὸς ἀνήρ, εἶπε, τῆς βασιλείας αὐτῷ διάδοχον Ἰζάτην ηὔξατο γενέσθαι καὶ τοῦτον ἄξιον ἔκρινεν, οὐδʼ ὑμᾶς λεληθέναι δοκῶ, περιμένω δὲ ὅμως καὶ τὴν ὑμετέραν κρίσιν· μακάριος γὰρ οὐχ ὁ παρʼ ἑνός, ἀλλὰ πλειόνων καὶ θελόντων τὴν ἀρχὴν λαμβάνων.